Ancient Greek
679.5
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 679.5
Unproofread scanNot analysed yet
ρλα'. Ἀνατολίῳ. Πολλὰ μοι καὶ λαμπρὰ τὰ συνιστῶντα τὸν νέον. πρῶτον καὶ μέγιστον τῆς ὑμετέρας θεοσεβείας τὰ γράμματα, εἶτα πατὴρ ἀγαθός, ἐκ πρώτης πείρας πρὸς εὐνοιαν ἐπελθόντος· πρὸς δὲ τούτοις τῆς τέχνης ὁ νόμος, εὐθύνας ἀπειλῶν ἀχρείεις εἰ τι τῶν προσήκόντων παραλίποιμι· τάχα δὲ καὶ ἡ τοῦ νέου σπουδὴ μοιρᾶν μοι οὐκ ἀλαζόνως παρέξεται. λοιπὸν ἡμῖν αἰτεῖσθαι τὴν ἐκ τοῦ θεοῦ βοήνην, μεθ' ἧς καὶ μόνης ἐστὶ πρὸς πέρας ἐλθεῖν τὴν προαίρεσιν.