Ancient Greek
680.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 680.1
Unproofread scanNot analysed yet
ρλγ. Παγχράτιῳ. Οὐ γὰρ δοκεῖν ἄριστος ἄλλ’ εἶναι θέλε φροσιν Αἰσχύλος, ἐπαινέιν τινὰ προελόμενος. τοιούτος ἡμῖν ἀνερᾶνης, οὐ τοῦτο δή τὸ κοινὸν μέχρι τοῦ παρεῖναι φίλᾶν ἐπιδειχνύς, οὐδὲ μετρῶν τῷ τόπῳ τὴν εὐνοιαν, ἀλλὰ ἡ κρεῖττων εἶναι καὶ σαυτὸν νικᾶν ἐπειγόμενος, εἰκότως ἄρα σε τῆς ἑμῆς διανοίας οὐκ ὁδεὺν ὑποκλέπτειν ἡ λῆθη, ἀλλ’ ἐπεισὶ τί μοι Σωκρατικὸν δεῖ λέγειν, ὡς εἰ ἐγὼ Παγχράτιον ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι, οὐ χορεύει μὲν ἡ γλῶττα ταῖς Μούσαις, ἀρετὴ δὲ καθάπερ τέμενος ἀδατον κακίᾳ τὴν ἱερὰν ψυχὴν ὠκειώσατο. τοιγαροὺν εὐδαιμόνων μὲν αὐτὸς τοιαῦτα φέρων γνωριζόμενος, καὶ πόλιν οἴκεις τὴν κοινὴν τῶν λόγων μητέρα, ἣν ὥραι ποθοῦσαι κατὰ ταύτην ἀλλήλαις ἐπείσαντο, ἣν προσκλῦζει πρᾶως ἡ θάλασσα, καὶ Νεῖλος ἐναγκαλίζεται καθάπερ ἐρωμένη περιχυθεῖς, καὶ πανταχόθεν ἄλση καὶ δένδρα καὶ λῆξαι, καὶ τοῖς ὀφθαλμοῖς ποικίλαι προσβάλλουσι χάριτες, ἀλλ’ ὑμῖν μὲν τὴν εὐδαιμονίαν θεὸς ἐπαυξήσει, καὶ μισθὸν τῆς ἀρετῆς δωρησάμενος· μεταδος δὲ φίλοισι σοῖσι σὺς εὐπραξίας, τοῖς ἐκ γλῶττης ἀγαθοῖς εὐφραίνων ἡμᾶς, καὶ πέμπων οἴκαδε ὀξυδε πρὸς ἡμᾶς τὰ ποιήματα· οὐ γὰρ δίκαιον λαθάνειν ἄ τοῖς ἄλλοις ἐπιδειχθέντα πλεῖστην οἴσει τὴν δόξαν.