Ancient Greek
679.7
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 679.7
Unproofread scanNot analysed yet
ρλβ'. Δωροθέῳ. Δεινὸς ἄρα τις ἦσθα πτερὰ περιβάλλειν ὅπερ ἂν ἐβούλῃς, καὶ δεικνύναι μετάροσιον. σοὶς γὰρ γράμμασι πτερωθεὶς πανταχοῦ μὲν ἐδόκουν εἶναι, καθάπερ ἔφης, τῇ φήμῃ, περιεπολοῦν δὲ πόλεις ὁπόσας ἄνθρωποι νέμονται, καὶ μέχρι τῶν βαρβάρων διήειν κούφῃ διανοίᾳ φερόμενος, καὶ πᾶν ἔθνος ἐπὶ τοῖς λόγοις ἐδόκει με στεφανοῦν, καὶ ἀπλῶς εἰπεῖν διὰ τὴν σὴν ἐπιστολὴν ἠγνόουν ὅ τι καὶ γένομαι, ἕως μέ τις θεῶν τῶν σῶν ἀνῆρπασε πτερῶν. καὶ τῆς πλάνης μόλις παυσάμενος «τί ταῦτα πάσχω »; φημί. «σκοπεῖ τὸν γράψαντα καὶ λογίζου τὴν εὐνοιαν, καὶ θαυμάσεις ὅσα πεύθειν οἷδα τῆς φιλίας ὁ πόθος. καὶ τὰ μὴ δυντα γὰρ ἡγεῖσθαι ποιεῖ καὶ τὰ ψευδῆ τιμᾶν ὡς ἀληθεῖαν. »ἐντεῦθεν οἴμαι τῶν ἐπαίνων ἀπλήστων ἔχεις, καὶ πάντα λέγων εὐχερῶς· καὶ ταῦτα δοκεῖς τῶν ὑποργόντων ἐλάττονα. μέτρον δέ σοι τῶν ἐπαίνων ἡ γνώμη, μηδὲν ἀρκεῖν ἠγουμενὴν πρὸς ἐπαῖνον. ἀλλ' ἐπίσχες πρὸς Φιλίου τοιαῦτα γράφων πρὸς ἄνδρα μικρὸν εἰς ἑαυτὸν ὁρῶντα καὶ τοῖς γράμμασιν αἰσχυνόμενον.