Ancient Greek
681.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 681.2
Unproofread scanNot analysed yet
ρλζ’. Ἱερωνύμω. Ὡς μεγάλα τῷ Νείλῳ φρονεῖς, καὶ ἀντεξήχεις ἡμῖν εἰς μέσον ἄγων τὴν Αἰγυπτον, ὥσπερ Ἑλοῦσης τῆς φιλάταχης εἰς λῆψιν ἐλθόν. ὡς δὲ καὶ σοφιστικά σου τὰ γράμματα, καὶ τὸν Γοργίου τύφον ἐδίδουν ὁρᾶν. ὕειν γὰρ τὸν Νεῖλον ἔφης ἐκ γῆς, εἰ τί με μὴ τῶν ῥημάτων παρέλαθε, καὶ πλωτὴν ποιεῖν τὴν πάλαι βατὴν. τί δὲ γε τοῦτο πρὸς σὲ τὴν Ἑρμιῶν κατοικοῦντα, ἄν οὔτε Ζεὺς ὑέτιος ἐφορᾷ καὶ παρατρέχων ὁ Νεῖλος εἰς ἑτέρων ἐπειγεται; τί δὲ καὶ ψευδῶς ὁπωριζέσθαι φῄς; πλὴν εἰ μὴ τοὺς ὄφεις ὁτιώραν καλεῖς καὶ σκορπίων ὅσον γε πλήθος. ὡς’ ἄν τις ὡς ἔοικε πάλαι πληγεὶς καὶ ἰοῦ ἰοῦ φασί κεχραγώς, εἶτα μεταξὺ τράπεως τρυφῶσαν ἰδών, ὅλος ἐπ’ αὐτὴν ἐφέτω, τῷ σκορπίῳ χαίρειν λέξας, τοῦτί τάχα πον τὸ κωμικὸν πρὸς τοῦτον εἰπών «μὴ τε γὰρ θανών ποτε σοῦ χωρὶς εἶην. »ταῦτα γράφειν ἐχρῆν, οὐχ ἄλλοτρίους ἀγαθοὺς ὑφαρίζεισθαι. ἀλλὰ καὶ σιωπῆς με γράφει, μηδὲν ἡμῖν τὸ παράπαν φθεγγομένους. ἢ γὰρ ἄν πλῆν λέγοντες εὑρες, καὶ οὐχ ἄν ἡμῖν τὸν Κοδωκίδην ἔφης τὸ τῶν αὐλῶν πάθος τοῖς σοφισταῖς ἐπισκώπτοντα. ἔρρωσο, καὶ τὸ παιδίον καὶ ἡ γυνή, καὶ τῷ παιδίῳ Ἀλεξάνδρῳ μὴ βαρὺς ἐπίκεισο, νέαν ἡλικίαν ἐπὶ πολὺ βιαζόμενος.