Ancient Greek
681.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 681.4
Unproofread scanNot analysed yet
ρλζ’. Διοδώρῳ. Τὸ πολυθρύλητον δεξάμενος πρόσταγμα, περὶ οὗ πάλαι πάσας ἀφήκα φωνάς, σιωπὴν ἔχον, οὐ μετὰ τὸ τυχεῖν ἀμνημονεύσας τῆς χάριτος, οὐδὲ τῆς Γεροντίου μοῦσης κληρονόμων· μόνοις γὰρ ὑμῖν τὸ πλεονέκτημα παρέσχεν ἡ τύχη. καὶ τίς μὴ ἐκεῖνον ἰδὼν δι’ ὑμῶν ἀποπληρώσει τὸν πόθον; ὥσπερ δι’ ἀκριβοῦς εἰκόνος πρὸς τὸ παράδειγμα καλῶς ἀναγόμενος, σιωπὴ τὴν χάριν ἐτίμων, ἵνα μὴ λέγων ἐλάττον οὐ βούλομαι τύχω φθεγξάμενος. καὶ σοι κείσεσθαι χάρις ἀνάγκαιος παρ’ ἐμοὶ μᾶλλον ἢ παρὰ Πέρση βασιλεῖ τιμᾶν εἰδὼτι προδοσίαν καὶ Παυσανίαν μηδὶζοντα, εἰ καὶ τὰ μάλιστα τυχεῖν πάντας ἠθελον, ὡ βέλτιστε, καὶ πρὸς ἔργον ἐνέγκας τὴν γνώμην, ἐλεεινὴν ὑπὲρ ἡμῶν ἀφήκας φωνὴν καὶ πόρρω λίαν ἡμετέρου φρονήματος· παρὰ γὰρ αὐτῷ τῷ δικαστῇ πτωχούς