Ancient Greek
683.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 683.1
Unproofread scanNot analysed yet
φιλοῦσαν ἐπιγινώθι· καὶ γὰρ σὲ περιέπει μᾶλλον ἢπερ ἡμᾶς, καὶ φιλήσειν ἐτι κατεπῃγγέλεται. ρμ'. Δωροθέῳ. "Ὅσον ἐλύπεις ἀπαίρων, οὐκ ἂν ἠλπίσα προλαβὼν, εἰ μὴ τὴν πείραν ἔσχον διδάσκαλον· ἐξ οὗ γὰρ ἡμᾶς ὤχου καταλιπὼν, οὐκ ἐπαυσάμην μετὰ σοῦ τῇ διανοίᾳ περινοστῶν καὶ λιμένας καὶ θάλατταν διαγράφων ἐν ἑαυτῷ. καὶ «κλύθι, Ποσειδάων γαῖοχὲ »πολλάκις εἰπὼν ἠξίου εὐμενῆ σοι παρέχειν τὴν θάλατταν, καὶ τοῦ πλοῦ τὰς ἡμέρας ἐπὶ τῶν δακτύλων ἐτίθουν, καὶ οὕτως ὅλος ἐτύγχανον παρὰ σοί, ὡς καὶ καλέσαι τινὰ σειραζείς ἐλαθὼν πολλάκις Δωρόθεον προσεσιπών. καὶ ὁ μὲν ἐγείλα, ἐγὼ δὲ διαμαρτάνων ἠχόμην. σὺ δὲ ἴσθι, ἡγνὸς ὁπόσον ἡμῖν ἐναπέθοι φίλτρον. πολλάκις προσιόντα τινὰ πόρρωθεν θεασάμενος, σέ, μὰ τοὺς θεοὺς, ἐδόκουν ὁρᾶν, πρὸς τὸ τῆς διανοίας βούλημα τῶν ὀφθαλμῶν ῥαδίως ἀπατωμένων. τῆς δὲ πλάνης μόλις ἀπηλλάγμαι, γράμματα δεξάμενος παρὰ σοῦ καὶ θεραπεύσας τὸν ἔρωτα.