Ancient Greek
683.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 683.4
Unproofread scanNot analysed yet
ρμα'. Στεφάνῳ. Τὴν ὑμετέραν λαμπρότητα κηρύττει μὲν ὅσα τοὺς ἀγαθοὺς γνωρίζειν ἄνδρας ἐπίσταται· ὡς δὲ τῶν πειραθέντων ἡ μαρτυρία, νικᾷται τοῖς ἔργοις ὁ λόγος καὶ τῶν πραγμάτων κατόπιν εἶναι δοκεῖ. τὴν δὲ περὶ ἐμὲ σπουδὴν δεῖ μεγίστῳ παραδεδοικώς θαύματι, νῦν οὐχ ἥκιστα τοῦτο ποιῶ, ὅπερ ἄνδρα μοι τοσοῦτον ἐπεισεν ἐπὶ μικρότατον μῆκος ἐδοῦ δεῖναι, ὡς εἰ καὶ φιλοῖς ἐχρήσατο γράμμασιν, οὐκ ἂν ἔσχον ἀντιλέγειν κελευδόντι. οὕτω δὲ μοι βαρύ φορτίον ἐπέθηκεν αἰδοῦμένῳ τὴν ἀρετὴν καὶ τοῦ παντὸς βίου τὴν ἀρετὴν καὶ ὅσα προλαβοῦσα κηρύττει φήνη βεβαιωθείσα τῇ πείρᾳ, ὥστε μικροῦ δεῖν ὡς εἶχον σχῆματος εἰπόμην, μηδὲ τοῖς οἰκείοις χαίρειν εἰπών. ἀλλὰ μέ τις ἔννοια μόλις ἐπέσχεν δρωμένα, λογιζομένου τὸ μηδὲν ὑπερορᾶν πατρίδος ἐν ᾗ πρῶτον εἶδον τὸν ἥλιον, καὶ ὡς καλὸν τὰ πρὸς ταύτην δίκαια φυλάττειν ἢ πολὺ κεκτησθαι χρυσίον καὶ ξένους τοσούτους δι' ἐμὲ παρόντας ὑπεριδεῖν.