Ancient Greek
685.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 685.1
Unproofread scanNot analysed yet
ἐγὼ δὲ τῆς μὲν εἰς ἡμᾶς εὐνοίας τὸν ἄνδρα τεθώμαχα μηδὲ τῶν σμικροτάτων φειδόμενον ἐξ ὧν οὐδὲν ἡμῖν χαρισόμενος, τὴν δὲ σιωπὴν ἁγιάπων ἑμαυτὸν ἐρυθριῶν καὶ σοφὸν ἔχων ἐπιστεῖλαι μηδὲν. ὡς γὰρ τῷ Πλάτωνι τῷ σοφωτάτῳ δοκεῖ, οὐκ ἔστιν ἀρετὴν εἰδέναι μὴ τοῖς ἔργοις πρὸς ἀρετὴν ἐπειγόμενον· δ δὲ μὴ ἔστιν εἰδέναι, κἂν ἐρυθριάσαιμι περὶ τούτου φθεγγόμενος καὶ ταῦτα ποιῶν, ὥσπερ ἂν εἴ τις μουσικὴν μὴ· ἄναρ εἰδὼς εἴτὰ τις Ὀρφεὺς εἶναι λέγοι τὰ θηρία τῇ λύρᾳ χειρούμενος· ἀλλ’ εἰ δέοι τῶν χρωμάτων ἐφάψασθαι, γέλοις εὐθὺς ὁ κόσμος, καὶ πάντα δὴ ῥαδίως ἐλέγχεται. ποῦδεν οὖν ὁ μὴ πέφυκα παρὰ τῇ σῷ θείῳ νομίζομαι; ἔφησ τὶ πρὸς αὐτὸν πολλάλκις νόμῳ δὴ φίλιος ἀποσμενύνων ἐμέ, δ δὲ τὸν πθόον οὐ σκώπτων, ἀλλ’ ἐκ τῶν ἔργων εἶναι τοὺς λόγους οἴόμενος, ἀπαιτεῖ γενέσθαι με τοιούτων οἷόν με τοῖς λόγοις ἀνέτλασας. καὶ τοῦ σοῦ ψεύδους νῦν εὐθύνας εἰσπράττω καὶ διελέγχω σου τοὺς λόγους, οὐκ ἔχων ἀρετῆς γενέσθαι διδάσκαλος. πλὴν ἐπειδὴ πρὸς σὲ μὴ τὰ γράμματα, δοκεῖ δὴ πάλιν θαυμάζειν, ἵνα μὴ σαυτὸν ἐλέγχῃς ψευδόμενον.