Ancient Greek
685.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 685.2
Unproofread scanNot analysed yet
Ὁβολοὺν τοῦ Εὐριπίδου βακίων τὴν ἐμὴν οἰκίαν ἀνέτλησας, ἀδωνάρια πέμψας ἄφρουθα, καθὰ σοι φίλον καλεῖν, καὶ βλάστας ἀμύσσους καὶ ἰφικράτιδας, ἐφ’ αἷς ἥ κε μέγ’ οἰμώξειεν ὁ στρατηγὸς Ἰφικράτης οὐδὲν τῆς Ἀττικῆς φερούσας τεχμήριον. οὐδὲ γὰρ χάριν τινὰ καὶ πείναν μελίττης Ὑμηττίου παρέχουται, οὐδὲ βοοῖσι τῇ ὄσᾳ τὴν Ἀττικὴν, ἐν ᾗ Μαραθῶν καὶ Σαλαμίς καὶ ἄνδρες ἐλευθερίας καὶ φρονήματος ἐρασταὶ οὐ μὰ Δία τῇ παρ’ ἡμῖν μουσῇ τετελεσμένοι· τὰ γὰρ ὑμέτερα —ἀλλ’ εὐστόμᾳ κείσθω, μὴ τι καὶ λάθω φθεγξάμενος. τὰ μὲν σὰ δῶρα τοιαῦτα, τὰ δὲ ὑμέτερα κἂν αὐτὸς ἐπαινέσεις οὕτω τῇ γαστρὶ χαριζόμενος· λίγυος γὰρ τις ὤν καὶ τὸ γαστριζέσθαι μελέτην πεποιημένος καὶ βρώμασι τὴν εὐδαιμονίαν μετρῶν, εἰ τί που θηράσῃς ἡδύ, προτείνεις εὐθέως τὴν γλῶτταν, καθάπερ τις Αἴας τὴν μεγάλην ἀσπίδα. καὶ μάρτυς ὁ καιρός, ἐν ᾧ τὸν πλακοῦντα παρ’ ἐτέρων ἀρήγπασας, ὅλον εὐθὺς παραπέμψας τῷ στόματι.