Ancient Greek
685.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 685.3
Unproofread scanNot analysed yet
Ὅσον οἱ παῖδες τοῖς πατράσιν ὀφείλουσι χάριτας, οὐκ ἔστιν εἰδέναι πρὸς ἀξίαν, εἰ μὴ τις καὶ αὐτὸς παίδων ὑπάρχει πατήρ· τότε γὰρ ἐξ ἧς ἔχει πρὸς τοὺς παῖδας στοργῆς εἴσεται πάντως ὁποιοὶ πρὸς αὐτὸν ὑπῆρξαν οἱ φύσαντες. πλὴν ὅσοι ταῖς Μούσαις ἀνάκεινται, καὶ πρὸ τῆς πείρας, λόγῳ τάληθῃ διακρίνουσιν. ὅθεν σὲ τοιούτων περὶ τοὺς τεχόντας προσήκει γενέσθαι, οἱ τάχα τῶν ἄλλων πλεῖον εἰς εὐνοίαν συνεσιφέρουσι. διὸ με καὶ πρὸς τὴν παραξοῦσαν ἐπιστολὴν κεκίνηκασι, μισθὸν αἰτοῦντές σε πατρικὸν τὸ μὴ κα-