Ancient Greek
686.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 686.2
Unproofread scanNot analysed yet
ρη’. Ζαχαρίᾳ καὶ Φιλίππῳ ἀδελφοῖς. Ὁ ταύτην πρὸς ὑμᾶς λαβὼν τὴν ἐπιστολὴν πατρὸς ἀγαθοῦ πέφυκε τοῦ τὰ χρηστὰ τιμῶντος καὶ ἐν πᾶσι δικαίως γνωριζομένου· εἰς ἐμοῦ δὲ φοιτήσας ὁ νέος φύσεώς τε ῥώμην ἐπεδείξατο καὶ προθυμίαν ἀσυνατάτην. καὶ νῦν πρὸς βασιλέως ἀνῆλθεν προσλαβεῖν τοὺς νόμους βουλόμενος, ὅπως προελθὴ ῥήτωρ τὴν πολιτείαν φέρων τῷ σώματι καὶ τῇ γλώττῃ τοὺς λόγους προβεβλημένος. οὐ δὴ δικαίων τὴν τοῦτον πρὸς ὑμᾶς ἀφίειν παραδοῦναι σιγὴν, οἱ τοὺς παρ’ ἐμοῦ τετελεσμένους ἴσα που καὶ παῖδας νομίζοντες καὶ εἰς τοῦτον εὐνοιαν οὐ τὴν τυχοῦσαν ἐνδείξεσθε.