Ancient Greek
686.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 686.4
Unproofread scanNot analysed yet
ρηθ’. Εὐδαίμῳ. Τὸν λογιώτατον Ἱέριον τὸν τῆς Ἰταλῶν παρ’ ἡμῖν προβεβλημένον φωνῆς καὶ τρόποις ἀγαθὸς μᾶλλον ἢ παιδεία κοσμούμενον οὐκ ἠξίουν δεῖν τὴν πρὸς ὑμᾶς ἰόντα παραπέμψαι σιγῇ· καλὸν μὲν γὰρ ὡς παρόντων ὑμῶν ἀπολαβεῖν δεῖ, δεύτερος δὲ φασι πλοῦς τοῖς ἀποῦσι διὰ γραμμάτων προσομιλεῖν. πλὴν εὐδαίμονες ὅντως οἱς διέπεις τὰ δίκαια, καθάπερ τινὸς τρίποδος τῆς σῆς ἐξηρτημένοι φωνῆς καὶ καινὸν ὅντως θέαμα τὴν Δίκην αὐτοῖς ἐπανελθοῦσαν ὁρῶντες, ἤν προλαβὼν ὁ χρόνος ἠμαύρωσε. περιττὸν δὲ λέγειν ὡς εὖ ποιήσεις ἐν οἷς ὑμῶν δεῖται καὶ τὸν τὴν ἐπιστολὴν ἡμῖν κομισάμενον· ὅ γὰρ βίος οἱ λόγοι, πῶς οὐ τιμήσει τοὺς τῶν λόγων πατέρας ἰδών; ἡκέτω τοίνυν ἀγγέλων ἄπερ ἀκούειν εὐχόμεθα, ὡς νικᾶς τῇ πείρᾳ τὴν φήμην, καὶ μεῖζω διδὼς ἢπερ οἱ λαμβάνοντες βούλονται.