Ancient Greek
687.3
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 687.3
Unproofread scanNot analysed yet
ρνβ. Ζαχαρία ἀδελφῷ. Τοὺς ἄγοντας τὴν ἐπιστολὴν οἵτινες μὲν εἰσιν ἀγνοῶ, ὅτι δὲ σὲ θαυμάζουσιν, οἰκείους ἄγαν δρίζομαι. οὗτοι γὰρ ἰδόντες ἐμὲ καὶ συγγενεῖς χαρακτήρος ἐλθόντες εἰς ἔνοιαν τοῦθ' ὅπερ ἦν ἐμαντεύοντο, καὶ τι πρὸς ἑαυτοὺς εἰπόντες καὶ κριτὰς ἀλλήλους πεποιημένοι τοῦ πράγματος ὡς ἀδελφοῦ τοῦ φιλάτου καθέστηκα. ἐπεὶ δὲ πρὸς μίαν γνώμην ἐφέροντο, προσδραμόντες ὁμοῦ προσειπὸν τε ἅμα καὶ ἐμμενεσὶν ὀφθαλμοῖς ὑπεβλέποντο, καὶ σὲ διὰ παντὸς ἐποίησαντο θαύματος, δικαστην ὁρῶν καὶ ἄρχοντα δίκαιον καὶ ὅ τι σεμνὸν ὀνομάζοντες, τῆς μὲν ἀξίας ἴσως ἐλάττονα, δῆλοι δ' οὖν ἦσαν πλεῖον λέγειν ἐθέλοντες ὧν ἀπαγγέλλειν ἠδύναντο, τὴν περὶ σὲ γνώμην τῆς γλώττης ἀποφαίνοντες κρεῖττονα. ἐγὼ δὲ πολλοὺς ἐπαίνοις ἐξ αὐτῶν στεφανούμενος (οἰκεία γὰρ τὰ καθ' ἑμῶν ἐποιούμην ἐγκώμια) καὶ μισθὸν αἰτοῦσιν ἐδίδουν τὴν παροῦσαν ἐπιστολήν.