Ancient Greek
687.1
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 687.1
Unproofread scanNot analysed yet
ρνα'. Ζωσίμῳ καὶ Μακαρίῳ. Οἱ περὶ τὸν σοφώτατον Βαβύλαν ἀφικόμενοι διηγήσαντό μοι προθύμως ἄπερ ἀκούειν μὲν ἠξίουν, πρὶν δὲ λέγειν αὐτοὺς ἠπιστάμην· ἐξ ὧν γὰρ παρ' ἐμὲ φοιτῶντες τὴν περὶ λόγους σπουδὴν σωφροσύνην τρόπων καὶ ταῖς λοιπαῖς ἀρεταῖς ἐκσκιρῆσατε, δῆλον ἦν δήπουθεν, ὡς καὶ πρὸς νόμων χάριν ἀπαίροντες μενεῖτε πάλιν αὐτοῖς, καὶ πρὸς τὸ κρεῖττον ἀναδραμεῖν γένοιθὲ που φιλονικότεροι. εἰ δὲ ταῦτά μοι παρασκευάζει τὴν ἡδονήν, τί χρὴ λέγειν (σὺν θεῷ δ' εἴρηθω) ὅτε δικαστηρίων προβεβλημένων καὶ σώφρονι γλώττῃ τὴν εὐνομίαν προγέοντες τοὺς μὲν παρόντας χειροῦσθε τῇ πείρᾳ, τοὺς δὲ μακρὰν ἀπόντας τῇ φήμῃ; τούτων γὰρ θρυλουμένων, μικρὸν μὲν Πολυκράτης εἰς εὐτυχίαν ἐμοί, οὐδὲν δὲ μοι δόξει μετὰ τῶν πολλῶν ταλάαντων ὁ Κροῖσος.