Ancient Greek
688.2
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 688.2
Unproofread scanNot analysed yet
ρνδ. Ἰωάννη. Σοφὸς ἦν ὅντως ὁ ταῦτα δήπου φθεγξάμενος, ὡς ἀρα τὸν σοφόν, χὰν ἐκὰς ναίη χθονός, χὰν μήποτ' ὁσσοις εἰσίδω, κρίνω φίλον. τοιούτον τί με πάθος, ὦ λῷστε, κατεῖληφε τὴν μὲν θέαν ἀγνοοῦντα τὴν σήν, τῷ δὲ πόθῳ δεινῶς κατεχόμενον. ἀλλ' εὐγε τῆς φήμης, δι' ἧν καὶ τὰ διεστῶτα συνάπτεται καὶ τὰ πόρρω που παρεῖναι δοκεῖ. ταύτη γὰρ ὑμᾶς πολλάκις ἰδὼν καὶ τῆς περὶ τα χρεῖττον μακαρίας σπουδῆς γυμνῇ τῇ διανοία περιχυθεὶς καὶ ἀσωμάτῳ συναπτόμενος ἐρωτι, οὐδὲν τι λᾶν σωματικῶν προσδέομαι γνωρισμάτων, ἀλλὰ καὶ τὴν ὑμετέραν ἐπιστολὴν ἐκ τῆς Ἀλεξάνδρου πειραθεῖσαν λαβὼν αὐτοὺς ὑμᾶς ἔχειν ἐδόκουν· τὸ γὰρ τῶν λόγων ἦθος καὶ τὸ δεινὸν κρίνειν τὸ μὴ τὰ θεία ποιεῖσθαι τὴς πρὸς ἐμὲ φιλίας τεκμήριον τὴν προλαθοῦσαν οὐκ ἠλγὴσε φήμην, ἀλλ' ἐδειξε τοιούτον ὁποῖον ἰδεῖν προσεδόχθσα, καὶ ταῦτα δικαστηρίοις ὁμιλοῦντα νόμῳ τῆς τέχνης, χὰν τῇ μέθῃ τῶν πραγμάτων ἀνανήρει οὕτω δυνάμενον. ἀλλὰ καὶ πρὸς πέρας ἤλθες ὧν τυχεῖν προσεδόχθσας. τοῦτο γὰρ τοῖς εὖ φρονούσι τέλος, ἢ πρὸς τὴν οἰκεῖαν ἀρχὴν ἀναχώρησις· δεινὸν γὰρ τὸν ἐν ἡμῖν δῆμον ἀφέντας πρὸς τὸ ἐπανελθεῖν καλῶς ἐξ οὐ κακῶς ἀπερρευσάμεν.