Ancient Greek
688.4
Procopius Rhet. et Scr. Eccl., Epistulae 1-166 688.4
Unproofread scanNot analysed yet
ρνε. Σοσιανῷ. Ὁ θεοσεβέστατος ὁ δεῖνα ἀφίκετο πρὸς ἡμᾶς πλείστα μὲν ἐξ ἀδελφοῦ πονηροτάτου παθὼν, δίκην δὲ μετρίαν ἠγοῦμενος εἰ τυχεῖν δυνηθεῖν μόλις ὧν ἀπεστέρηται. θδεν δι' ἐμοῦ πρὸς τὴν ὑμετέραν καταφεύγει βοηθὴν καὶ συστήσαι δυναμένην τῷ δικαστῇ καὶ τοὺς μέγα δυναμένους πρὸς συμμαχίαν αὐτῷ παρασχέιν καὶ τὰς ἐκ τοῦ δικαστηρίου περιχοῦμαι δαπάνας· μόλις γὰρ ἐξ ἐράνων ἀρκεῖ πρὸς τὴν ἰδίαν τροφήν. ἀλλὰ καὶ σύντονον αὐτῷ τὴν ψῆφον ἐνεχθῆναι παρασκευασται· ἀπλᾶ γὰρ αἰτεῖ, τὸν ἀντίδικον ὀρκῳ διαλύσαι τὰ περὶ τῶν ἐπαγομένων ἐγκλήματα. πρὸς ταύτην τὴν πολλὴν ἡμῶν σπουδὴν καὶ χαριεστάτην γλῶτταν καὶ λέουσαν ἐπὶ δικαίοις ἀκωλύτῳ φορᾷ πρὸς συμμαχίαν ἰκανὴν ἀντ' ἐράνων τινὰς εἰσενέγκατε, θεῷ τε φίλῃ καὶ τοῖς αὐτοῖς κεχαρισμένην καὶ τοῖς δεομένοις ἀκοούσαν.