Ancient Greek · ~6 min
13.25 to 13.33
Procopius, Ἀπόκρυφη Ἱστορία 13.25-33
Not analysed yet
ἀπογνούς τε, ὥσπερ ἀρχαιότροπόν τινα τὴν τῶν ἀνδρῶν φύσιν, ἐς τὴν ὑπουργίαν οὐκέτι ἐκάλει. ὥστε καὶ πολλοὶ ἐν σπουδῇ ἐποιοῦντο ἐνδείκνυσθαι αὐτῷ ὡς πονηροὶ εἶεν, καίπερ σφίσι τῶν ἐπιτηδευμάτων οὐ ταύτῃ ἐχόντων. ὑποσχόμενος δέ τισι πολλάκις καὶ ὅρκῳ ἢ γράμμασι τὴν ὑπόσχεσιν ὀχυρωτέραν πεποιημένος, εὐθὺς ἐθελούσιος ἐς λήθην ἀφῖκτο, δόξης τι φέρειν αὐτῷ τὸ ἔργον τοῦτο οἰόμενος. καὶ ταῦτα ὁ Ἰουστινιανὸς οὐ μόνον ἐς τοὺς ὑπηκόους ἔπρασσεν, ἀλλὰ καὶ ἐς τῶν πολεμίων πολλοὺς, ὥσπερ μοι εἴρηται ἔμπροσθεν. Ἦν τε ἄυπνός τε ὡς ἐπὶ πλεῖστον εἰπεῖν καὶ σιτίοις μὲν ἢ ποτῷ κατακορὴς οὐδαμῆ γέγονεν, ἀλλὰ σχεδόν τι ἄκρῳ δακτύλῳ ἀπογευσάμενος ἀπηλλάσσετο. ὥσπερ γάρ τι αὐτῷ πάρεργον τῆς φύσεως αὐτὸν ἀγγαρευομένης τὰ τοιαῦτα ἐφαίνετο εἶναι, ἐπεὶ καὶ ἀπόσιτος ἡμέρας τε καὶ νύκτας δύο τὰ πολλὰ ἔμενεν, ἄλλως τε ἡνίκα ὁ πρὸ τῆς Πασχαλίας καλουμένης ἑορτῆς χρόνος ἐνταῦθα ἄγοι. τότε γὰρ πολλάκις ἡμέραιν δυοῖν, ὥσπερ εἴρηται, γεγονὼς ἄσιτος ὕδατί τε βραχεῖ ἀποζῆν ἐπηξίου καὶ βοτάναις ἀγρίαις τισὶν, ὥραν τε, ἂν οὕτω τύχοι, καταδαρθὼν μίαν, εἶτα περιπάτους ἀεὶ ποιούμενος τὸν ἄλλον κατέτριβε χρόνον. καίτοι εἰ τοῦτον αὐτὸν καιρὸν ἐς πράξεις δαπανᾶν ἀγαθὰς ἤθελεν, ἐπὶ μέγα ἄν τι εὐδαιμονίας ἐκεχωρήκει τὰ πράγματα. νῦν δὲ τῇ φύσεως ἰσχύϊ ἐπὶ τῷ Ῥωμαίων πονηρῷ χρώμενος ξύμπασαν αὐτῶν τὴν πολιτείαν ἐς τὸ ἔδαφος καθελεῖν ἴσχυσεν. ἐγρηγορέναι τε γὰρ διηνεκὲς καὶ ταλαιπωρεῖν καὶ πονεῖσθαι οὐκ ἄλλου του ἕνεκα ἔργον πεποίηται ἢ ὥστε κομπωδεστέρας ἀεὶ καθ’ ἑκάστην τοῖς ὑπηκόοις ἐπιτεχνᾶσθαι τὰς συμφοράς. ἦν γὰρ ὅπερ εἴρηται, διαφερόντως ὀξὺς ἐπινοῆσαί τε καὶ ταχὺς ἀποτελέσαι ἀνόσια ἔργα, ὥστε αὐτῷ καὶ τὰ τῆς φύσεως ἀγαθὰ ἐπὶ λύμῃ τῶν ὑπηκόων ἀποκεκρίσθαι ξυνέβαινε.