Ancient Greek · ~2 min
18.30 to 18.32
Procopius, Ἀπόκρυφη Ἱστορία 18.30-32
Not analysed yet
ταύτῃ τε αὐτοῦ βασιλεύοντος ἡ γῆ ξύμπασα ἔμπλεως αἵματος ἀνθρωπείου ἔκ τε Ῥωμαίων καὶ βαρβάρων σχεδόν τι πάντων διαρκῶς γέγονε. Ταῦτα μέντοι κατὰ τὸν πόλεμον πανταχόθι γῆς τῆς Ῥωμαίων ξυλλήβδην εἰπεῖν ὑπὸ τοῦτον τὸν χρόνον ξυνηνέχθη γενέσθαι. τὰ δὲ κατὰ στάσιν ἔν τε Βυζαντίῳ καὶ πόλει ἑκάστῃ ξυνενεχθέντα διαριθμούμενος οὐκ ἐλάσσω ἀνθρώπων φόνον ταύτῃ ξυμβῆναι ἢ κατὰ τὸν πόλεμον οἴομαι.