Ancient Greek · ~2 min
Chapter 2
Procopius, Ἀπόκρυφη Ἱστορία 2.28
Not analysed yet
ἐν τούτῳ δὲ καί τινες ἐκ γῆς τῆς Περσίδος ἐνταῦθα ἐπιχωριάζοντες ἤγγελλον ὡς Ναβέδην μὲν Βελισάριος ἀμφὶ πόλιν Νίσιβιν μάχῃ νικήσας πρόσω χωροίη, πολιορκίᾳ δὲ τὸ Σισαυράνων ἑλὼν φρούριον Βλησχάμην τε καὶ Περσῶν ἱππεῖς ὀκτακοσίους δορυαλώτους πεποίηται, στράτευμα δὲ ἄλλο Ῥωμαίων ξύν γε Ἀρέθᾳ τῷ Σαρακηνῶν ἄρχοντι πέμψειεν, ὅπερ διαβὰν ποταμὸν Τίγριν ξύμπαντα λεηλατήσειε τὰ ἐκείνῃ χωρία, πρότερον ἀδῄωτα ὄντα.