Ancient Greek · ~1 min
2.29 to 2.30
Procopius, Ἀπόκρυφη Ἱστορία 2.29-30
Not analysed yet
ἐτύγχανε δὲ καὶ στράτευμα Οὔννων ἐπὶ Ἀρμενίους τοὺς Ῥωμαίων κατηκόους ὁ Χοσρόης στείλας, ὅπως τῇ ἐς αὐτοὺς ἀσχολίᾳ μηδεμία τοῖς ταύτῃ Ῥωμαίοις τῶν ἐν Λαζικῇ πρασσομένων αἴσθησις γένηται. τούτους τε τοὺς βαρβάρους ἀπήγγελλον ἕτεροι Βαλεριανῷ καὶ Ῥωμαίοις ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντας παρὰ πολὺ αὐτῶν ἡσσηθέντας τῇ μάχῃ ἐκ τοῦ ἐπὶ πλεῖστον ἀπολωλέναι.