Ancient Greek · ~2 min
Chapter 2
Procopius, Ἀπόκρυφη Ἱστορία 2.31
Not analysed yet
ἅπερ οἱ Πέρσαι ἀκούσαντες καὶ κακοπαθείᾳ μὲν τῇ ἐν Λαζοῖς κεκακωμένοι, δεδιότες δὲ μή τινι ἐν τῇ ἀποπορείᾳ ἐντυχόντες πολεμίων στρατῷ ἐν κρημνοῖς καὶ χωρίοις λοχμώδεσιν ἅπαντες οὐδενὶ κόσμῳ διαφθαρεῖεν, περιδεεῖς ἀμφί τε παισὶ καὶ γυναιξὶ καὶ τῇ πατρίδι γεγενημένοι, εἴ τι καθαρὸν ἦν ἐν τῷ Μήδων στρατῷ, Χοσρόῃ ἐλοιδοροῦντο ἐπικαλοῦντες ὡς ἔς τε τοὺς ὅρκους ἠσεβηκὼς καὶ τὰ κοινὰ νόμιμα πάντων ἀνθρώπων ἐσβάλοι μὲν ἐν σπονδαῖς ἐς Ῥωμαίων τὴν γῆν οὐδὲν προσῆκον, ἀδικοίη δὲ πολιτείαν ἀρχαίαν τε καὶ ἀξιωτάτην πασῶν μάλιστα, ἧς τῷ πολέμῳ περιεῖναι οὐκ ἂν δύναιτο· ἔμελλον δὲ νεωτέροις ἐγχειρεῖν πράγμασιν.