Ancient Greek · ~4 min
2.32 to 2.37
Procopius, Ἀπόκρυφη Ἱστορία 2.32-37
Not analysed yet
οἷς δὴ ὁ Χοσρόης ξυνταραχθεὶς εὕρετο τοῦ κακοῦ ἴασιν τήνδε. γράμματα γὰρ αὐτοῖς ἀνελέξατο, ἅπερ ἔναγχος ἡ βασιλὶς τῷ Ζαβεργάνῃ ἐτύγχανε γράψασα. ἐδήλου δὲ ἡ γραφὴ τάδε “Ὅπως σε, ὦ Ζαβεργάνη, διὰ σπουδῆς ἔχω, εὔνουν σε οἰομένη τοῖς ἡμετέροις πράγμασιν εἶναι, οἶσθα ἐπὶ πρεσβείᾳ οὐ πολλῷ πρότερον ἐς ἡμᾶς ἀφιγμένος. οὐκοῦν πράττοις ἂν εἰκότα τῇ δόξῃ, ἣν ἐπὶ σοὶ ἔχω, εἴ γε βασιλέα Χοσρόην εἰρηναῖα πείθοις ἐς πολιτείαν τὴν ἡμετέραν βουλεύεσθαι. οὕτω γάρ σοι ἀγαθὰ μεγάλα πρὸς ἀνδρὸς ἀναδέχομαι τοὐμοῦ ἔσεσθαι, ὅς γε οὐδὲν ἂν ὅ τι καὶ ἄνευ γνώμης τῆς ἐμῆς πράξειεν.” ταῦτα ὁ Χοσρόης ἀναλεξάμενος, ὀνειδίσας τε Περσῶν τοῖς λογίμοις εἰ πολιτείαν οἴονται εἶναι, ἣν γυνὴ διοικεῖται, τὴν τῶν ἀνδρῶν ὁρμὴν ἀναστέλλειν ἔσχεν. ἀλλὰ καὶ ὣς ξὺν δέει πολλῷ ἐνθένδε ἀπῄει, τοὺς ἀμφὶ Βελισάριον οἰόμενος σφίσιν ἐμποδὼν στήσεσθαι. οὐδενὸς δέ οἱ τῶν πολεμίων ὑπαντιάσαντος ἄσμενος ἐς γῆν τὴν οἰκείαν ἀπεκομίσθη.