Ancient Greek · ~2 min
27.16 to 27.17
Procopius, Ἀπόκρυφη Ἱστορία 27.16-17
Not analysed yet
ἅπερ ἐπεὶ ἐς βασι λέα ἦλθεν, ἐγκειμένης ἰσχυρότατα τῆς βασιλίδος, ἅπαντα βασιλεὺς ἐπὶ Παύλῳ τε καὶ Ῥόδωνι καὶ Ἀρσενίῳ εὐθὺς ἐκίνει, ὥσπερ τῶν πρὸς αὐτοῦ τούτοις δὴ τοῖς ἀνθρώποις ἐπηγγελμένων ἐπιλελησμένος ἁπάντων. Λιβέριον οὖν τῶν ἐκ Ῥώμης ἄνδρα πατρίκιον καταστησάμενος ἐπὶ τῆς Ἀλεξανδρέων ἀρχῆς καὶ τῶν δοκίμων ἱερέων τινὰς ἐς τὴν Ἀλεξάνδρειαν ἔστειλε τὴν τοῦ πράγματος ποιησομένους διάγνωσιν, ἐν οἷς καὶ ὁ Ῥώμης ἀρχιδιάκονος Πελάγιος ἦν, τὸ Βιγιλίου τοῦ ἀρχιερέως ὑποδὺς πρόσωπον, ἐπιτεταγμένον οἱ τοῦτό γε πρὸς τοῦ Βιγιλίου·