Ancient Greek · ~2 min
Chapter 27
Procopius, Ἀπόκρυφη Ἱστορία 27.18
Not analysed yet
τοῦ τε φόνου ἐληλεγμένου Παῦλον τῆς ἱερωσύνης εὐθὺς καθεῖλον, φυγόντα δὲ Ῥόδωνα ἐς Βυζάντιον τήν τε κεφαλὴν ἀφείλετο ὁ βασιλεὺς καὶ τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο, καίπερ τρισκαίδεκα ἐπιστολὰς τοῦ ἀνθρώπου ἐνδειξαμένου, ἅσπερ αὐτῷ βασιλεὺς ἔγραψε σπουδάζων τε καὶ διατεινόμενος ἄγαν ἐπαγγέλλων τε ἅπαντα τῷ Παύλῳ ὑπηρετεῖν ἐπιτάττοντι καὶ μηδ’ ὁτιοῦν ἀντιτείνειν, ὅπως ἐπὶ τῇ δόξῃ ἐπιτελέσαι τὰ δόξαντα δυνατὸς εἴη.