Ancient Greek · ~8 min
27.19 to 27.30
Procopius, Ἀπόκρυφη Ἱστορία 27.19-30
Not analysed yet
Ἀρσένιόν τε Λιβέριος γνώμῃ Θεοδώρας ἀνεσκολόπισε, καὶ αὐτοῦ τὰ χρήματα δημοσιοῦν βασιλεὺς ἔγνω, καίπερ οὐδὲν αὐτῷ ἐπεγκαλεῖν ἔχων ἢ ὅτι ξὺν τῷ Παύλῳ δίαιταν εἶχε. Ταῦτα μὲν οὖν εἴτε ὀρθῶς εἴτε ἄλλῃ πη αὐτῷ εἴργασται, οὐκ ἔχω εἰπεῖν, ὅτου δὲ δὴ ἕνεκα ταῦτά μοι εἴρηται αὐτίκα δηλώσω. ὁ Παῦλος χρόνῳ τινὶ ὕστερον ἐς Βυζάντιον ἥκων ἑπτά τε χρυσοῦ κεντηνάρια τῷ βασιλεῖ τούτῳ προέμενος ἠξίου τὴν ἱερωσύνην ἀπολαβεῖν ἅτε αὐτὴν οὐδενὶ νόμῳ ἀφῃρημένος. Ἰουστινιανὸς δὲ τά τε χρήματα ἐδέξατο πρᾴως καὶ τὸν ἄνθρωπον ἐν τιμῇ ἔσχεν, ἀρχιερέα τε ὡμολόγησεν Ἀλεξανδρεῦσιν αὐτὸν καταστήσεσθαι αὐτίκα δὴ μάλα, καίπερ ἑτέρου τὴν τιμὴν ἔχοντος, ὥσπερ οὐκ εἰδὼς ὅτι δὴ τοὺς αὐτῷ ξυνοικήσαντάς τε καὶ ὑπουργεῖν τετολμηκότας ἔκτεινέ τε αὐτὸς καὶ τὰς οὐσίας ἀφείλετο. ὁ μὲν οὖν Σεβαστὸς ἐς ἄγαν διατεινόμενος τὸ πρᾶγμα ἐν σπουδῇ ἐποιεῖτο, Παῦλος δὲ διαρρήδην ἐπίδοξος ἦν τὴν ἱερωσύνην ἀπολήψεσθαι μηχανῇ πάσῃ. ἀλλὰ Βιγίλιος τηνικάδε παρὼν εἴκειν βασιλεῖ τὸ τοιοῦτον ἐπιτάττοντι οὐδαμῇ ἔγνω. ἔφασκε γὰρ οὐχ οἷός τε εἶναι ψῆφον τὴν οἰκείαν αὐτὸς ἀνάδικον διειργάσθαι, τὴν Πελαγίου παραδηλῶν γνῶσιν. οὕτως ἄλλου οὐδενὸς τῷ βασιλεῖ τούτῳ ὅτι μὴ χρημάτων ἀφαιρέσεως ἀεὶ ἔμελεν. εἰρήσεται δὲ καὶ ἄλλο τοιόνδε. Φαυστῖνος ἦν τις, Παλαιστῖνος γένος, Σαμαρείτης μὲν γεγονὼς ἄνωθεν, ὀνόματος δὲ τοῦ Χριστιανῶν ἀντιλαμβανόμενος ἀνάγκῃ τοῦ νόμου. οὗτος ὁ Φαυστῖνος ἔς τε βουλῆς ἀξίωμα ἦλθε καὶ τῆς χώρας τὴν ἀρχὴν ἔσχεν, ἧσπερ αὐτὸν παραλυθέντα οὐ πολλῷ ὕστερον ἔς τε τὸ Βυζάντιον ἥκοντα τῶν τινες ἱερέων διέβαλλον ἐπενεγκάμενοι ὡς Σαμαρειτῶν νόμιμα περιστέλλει, καὶ Χριστιανοὺς δράσειε τοὺς ἐν Παλαιστίνῃ ᾠκημένους ἀνόσια ἔργα. Ἰουστινιανὸς δὲ ἀγριαίνεσθαί τε καὶ δεινὰ ποιεῖσθαι διὰ ταῦτα ἐδόκει, ὅτι δὴ αὐτοῦ τὴν Ῥωμαίων ἀρχὴν ἔχοντος τὸ τοῦ Χριστοῦ ὄνομα ὑφ’ ὁτουοῦν διασύροιτο. οἱ μὲν οὖν ἐκ τῆς συγκλήτου βουλῆς τὴν διάγνωσιν πεποιημένοι τοῦ πράγματος φυγῇ τὸν Φαυστῖνον ἐζημίωσαν, βασιλέως ἐγκειμένου σφίσι. βασιλεὺς δὲ πρὸς αὐτοῦ χρήματα ὅσα ἐβούλετο κεκομισμένος ἀνάδικα εὐθὺς τὰ δεδικασμένα ἐποίησε.