Ancient Greek · ~2 min
Chapter 5
Procopius, Ἀπόκρυφη Ἱστορία 5.17
Not analysed yet
καὶ ἐπεὶ ἐνδεχόμενον βασιλέα τὴν δέησιν ἔγνω, ἄσμενος εὐθὺς ἀπιὼν ᾤχετο, χαίρειν πολλὰ τῷ τε Ῥωμαίων στρατῷ καὶ τοῖς Ἰταλοῖς φράσας, καὶ τὰ μὲν πλεῖστα ὑποχείρια τοῖς πολεμίοις ἀπολιπὼν, Περυσίαν δὲ πικρότατα πολιορκίᾳ πιεζομένην, ἥπερ ἔτι αὐτοῦ ὁδῷ ἰόντος κατ’ ἄκρας ἁλοῦσα ἐς πᾶσαν κακοῦ ἰδέαν ἦλθεν, ᾗπέρ μοι πρότερον δεδιήγηται. ξυνηνέχθη δὲ καὶ κατὰ τὴν οἰκίαν τύχης ἐναντίωμα ξυμπεσεῖν τοιόνδε.