Ancient Greek · ~6 min
11.32 to 11.39
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 11.32-39
Not analysed yet
Περσῶν μὲν οὖν ἡ βουλὴ ξύμπασα φθόνῳ μᾶλλον ἢ νόμῳ ξυνειλεγμένοι ἐδίκαζον. τῇ τε γὰρ ἀρχῇ οὐ ξυνειθισμένῃ σφίσιν αὐτοῖς ἐπιεικῶς ἤχθοντο καὶ τῷ τρόπῳ τοῦ ἀνδρὸς χαλεπῶς εἶχον. ἦν γὰρ ὁ Σεόσης χρημάτων μὲν ἀδωρότατος καὶ τοῦ δικαίου ἐπιμελητὴς ἀκριβέστατος, ἀλαζονείας δὲ νόσῳ ἐχόμενος οὐδὲν ὁμοίως τοῖς ἄλλοις ἀνθρώποις. ξυμφυὲς μὲν γὰρ εἶναι δοκεῖ τοῖς Περσῶν ἄρχουσι τοῦτό γε ἐν δὲ τῷ Σεόσῃ καὶ αὐτοὶ ᾤοντο ὑπερφυῶς ἐς τὰ μάλιστα τὸ πάθος ἀκμάσαι. ἔλεγον δὲ οἱ κατήγοροι ταῦτά τε ἅπερ μοι προδεδήλωται καὶ ὡς ἥκιστα τῷ ἀνθρώπῳ βουλομένῳ εἴη ἐν τῷ καθεστῶτι τρόπῳ βιοτεύειν ἢ περιστέλλειν τὰ Περσῶν νόμιμα. καινά τε γὰρ αὐτὸν δαιμόνια σέβειν καὶ τελευτήσασαν ἔναγχος τὴν γυναῖκα θάψαι, ἀπειρημένον τοῖς Περσῶν νόμοις γῇ κρύπτειν ποτὲ τὰ τῶν νεκρῶν σώματα. οἱ μὲν οὖν δικασταὶ θάνατον τοῦ ἀνθρώπου κατέγνωσαν, Καβάδης δὲ ὥσπερ μὲν ξυναλγοῦντι ἅτε φίλῳ τῷ Σεόσῃ ἐῴκει, ἐξελέσθαι δὲ αὐτὸν οὐδαμῆ ἤθελεν. οὐ μὴν οὐδὲ ὅτι αὐτὸν δι’ ὀργῆς ἔχοι ἐξήνεγκεν, ἀλλὰ τῷ λόγῳ παραλύειν τοὺς Περσῶν νόμους οὐκ ἐβούλετο, καίπερ ζωάγρια τῷ ἀνθρώπῳ ὀφείλων, ἐπεί οἱ Σεόσης αἰτιώτατος γέγονε βιῶναί τε καὶ βασιλεῖ εἶναι. οὕτω μὲν ὁ Σεόσης καταγνωσθεὶς ἐξ ἀνθρώπων ἠφάνιστο. ἡ δὲ ἀρχὴ ἐξ αὐτοῦ ἀρξαμένη ἐς αὐτὸν ἐτελεύτησεν. ἕτερος γάρ τις ἀδρασταδάραν σαλάνης οὐδεὶς γέγονε. καὶ Ῥουφῖνος δὲ Ὑπάτιον ἐς βασιλέα διέβαλλε. διὸ δὴ αὐτόν τε παρέλυσε τῆς ἀρχῆς βασιλεύς, καὶ τῶν οἱ ἐπιτηδείων τινὰς πικρότατα αἰκισάμενος οὐδὲν ὑγιὲς ἐν ταύτῃ τῇ διαβολῇ τὸ παράπαν εὗρε, κακὸν μέντοι οὐδὲν Ὑπάτιον ἄλλο εἰργάσατο.