Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 12
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 12.10
Not analysed yet
καὶ ἐπειδὴ οἵ τε ἄλλοι καὶ οἱ τοῖν ἀνδροῖν ξυγγενεῖς ἐδυσχέραινόν τε καὶ ἔφασκον οὐκ ἐπὶ τιμωρίᾳ οὐδ’ ἐπὶ τῷ ὑπεύθυνοι εἶναι Ῥωμαίων νόμοις ἐς ξυμμαχίαν ἥκειν ʽτὰ γὰρ δὴ σφῶν νόμιμα οὐ τοιάσδε τῶν φόνων ποιεῖσθαι τὰς τίσεισ̓, ξυνεθρύλλουν δὲ αὐτοῖς τὴν ἐς τὸν στρατηγὸν αἰτίαν καὶ στρατιῶται Ῥωμαῖοι οἷς δὴ ἐπιμελὲς ἐγεγόνει τῶν ἁμαρτανομένων μὴ εἶναι δίκας, τούς τε Μασσαγέτας καὶ τὸ ἄλλο στράτευμα ξυγκαλέσας Βελισάριος ἔλεξε τοιάδε·