Ancient Greek · ~4 min
14.11 to 14.14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.11-2-14
Not analysed yet
καὶ χρόνου τριβέντος συχνοῦ δὴ οὕτως ἁμάξαις τε πολλαῖς καὶ ζῴοις ἅπασι διαβατοὶ γινόμενοι ἐς ἡμέραν ἑκάστην οὔτε τῆς ἁρμονίας παντάπασι διακέκρινται οὔτε τινὶ αὐτῶν διαφθαρῆναι ἢ μείονι γίνεσθαι ξυνέπεσεν, οὐ μὴν οὐδὲ τῆς ἀμαρυγῆς τι ἀποβαλέσθαι. τὰ μὲν οὖν τῆς Ἀππίας ὁδοῦ τοιαῦτά ἐστι. Γότθοι δὲ οἳ ἐν Ῥώμῃ φυλακὴν εἶχον, ἐπεὶ τούς τε πολεμίους ἄγχιστά πη εἶναι ἐπύθοντο καὶ Ῥωμαίων τῆς γνώμης ᾔσθοντο, ἤσχαλλον τότε τῇ πόλει καὶ τοῖς ἐπιοῦσι διὰ μάχης ἰέναι οὐχ οἷοί τε ὄντες ἠπόρουν· ἔπειτα δὲ Ῥωμαίων σφίσιν ἐνδιδόντων ἐνθένδε ἀπαλλαγέντες ἐπὶ Ῥαβέννης ἐχώρησαν ἅπαντες, πλήν γε δὴ ὅτι Λεύδερις ὃς αὐτῶν ἦρχεν, αἰδεσθείς, οἶμαι, τύχην τὴν παροῦσαν, αὐτοῦ ἔμεινε. ξυνέπεσέ τε ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ τὸν αὐτὸν χρόνον Βελισάριον μὲν καὶ τὸν βασιλέως στρατὸν ἐς Ῥώμην εἰσιέναι διὰ πύλης ἣν καλοῦσιν Ἀσιναρίαν, Γότθους δὲ ἀναχωρεῖν ἐνθένδε διὰ πύλης ἑτέρας ἣ Φλαμινία ἐπικαλεῖται, Ῥώμη τε αὖθις ἑξήκοντα ἔτεσιν ὕστερον ὑπὸ Ῥωμαίοις γέγονεν, ἐνάτῃ τοῦ τελευταίου, πρὸς δὲ Ῥωμαίων προσαγορευομένου Δεκεμβρίου μηνὸς ἑνδέκατον ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος.