Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 14
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 14.15
Not analysed yet
Λεύδεριν μὲν οὖν τὸν Γότθων ἄρχοντα καὶ τῶν πυλῶν τὰς κλεῖς Βελισάριος βασιλεῖ ἔπεμψεν, αὐτὸς δὲ τοῦ περιβόλου πολλαχῆ διερρυηκότος ἐπεμελεῖτο· ἔπαλξιν δὲ ἑκάστην ἐγγώνιον ἐποίει, οἰκοδομίαν δή τινα ἑτέραν ἐκ πλαγίου τοῦ εὐωνύμου τιθέμενος, ὅπως οἱ ἐνθένδε τοῖς ἐπιοῦσι μαχόμενοι πρὸς τῶν ἐν ἀριστερᾷ σφίσι τειχομαχούντων ἥκιστα βάλλωνται, καὶ τάφρον ἀμφὶ τὸ τεῖχος βαθεῖάν τε καὶ λόγου ἀξίαν πολλοῦ ὤρυσσε.