Ancient Greek · ~4 min
16.28 to 16.32
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 16.28-32
Not analysed yet
ὑβρίζειν γὰρ εἰς ἄνδρα φίλον τε καὶ πρεσβευτὴν ἔγωγε οἶμαι οὐχ ὃς ἂν κατὰ κόρρης πατάξαι καὶ τῇ ἄλλῃ ἀσελγείᾳ ἐς αὐτὸν χρήσαιτο, ἀλλ’ ὃς ἂν ἄπρακτον ἀποπέμψασθαι τὸν ἐς αὐτὸν ἥκοντα γνοίη. οὐ γὰρ ὅπως τιμῆς πρὸς τῶν ὑποδεξαμένων τινὸς τύχωσι, καθεῖναι αὑτοὺς ἐς τὴν πρεσβείαν εἰώθασιν ἄνθρωποι, ἀλλ’ ὅπως τι ἀγαθὸν διαπεπραγμένοι τοῖς ἐσταλκόσιν ἐς αὐτοὺς ἐπανήξωσιν. ὥστε προπηλακισθέντας ξυνοίσει μᾶλλον διαπεπρᾶχθαί τι ὧν ἕνεκα ἦλθον ἢ λόγων ἐπιεικεστέρων ἀκούσαντας τῆς ἐλπίδος ἀποτυχόντας ἐπανελθεῖν. παραιτεῖσθαι μὲν οὖν οὐκ οἶδα ὅ τι δεῖ περὶ τούτων ὧν αὐτὸς εἴρηκας. τί γὰρ ἄν τις ἐνοχλοίη τόν γε πρὸ τῆς ἀπολογίας ἀπειπόντα τὴν ξύμβασιν ; ἐκεῖνο δὲ οὐκ ἂν σιωπῴην, ὡς ἔνδηλος εἶ ὁπόσην ἐς Ῥωμαίους τοὺς σοὶ ὅπλα ἀντάραντας φιλανθρωπίαν ἐνδείκνυσθαι μέλλεις, ὃς ἐς Σικελιώτας τοὺς οὐδαμῆ σοι ἀπηντηκότας ἀκήρυκτον τὸ ἔχθος ἐξενεγκεῖν ἔγνως. ἀλλ’ ἔγωγε μεθεὶς τὴν πρὸς σὲ δέησιν τὴν πρεσβείαν ἐς τὸν θεὸν μεταθήσομαι, ὃς δὴ τοῖς τὰς ἱκεσίας ὑπερφρονοῦσι νεμεσᾶν εἴωθε.”