Ancient Greek · ~7 min
17.1 to 17.7
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.1-6-7
Not analysed yet
Τοσαῦτα εἰπὼν ὁ Πελάγιος ἀπηλλάσσετο. καὶ αὐτὸν Ῥωμαῖοι ἐπεὶ ἄπρακτον ἐπανήκοντα εἶδον, ἐν πολλῇ ἀμηχανίᾳ ἐγένοντο. ἔτι τε μᾶλλον ἀκμάζων ὁ λιμὸς ἡμέρᾳ ἑκάστῃ ἀνήκεστα αὐτοὺς ἔργα εἰργάζετο. τοὺς μέντοι στρατιώτας οὔπω τὰ ἀναγκαῖα ἐπελελοίπει, ἀλλ’ ἔτι ἀντεῖχον. διὸ δὴ ἀθρόοι Ῥωμαῖοι γενόμενοι καὶ τοῖς τοῦ βασιλέως στρατοῦ ἄρχουσι, Βέσσᾳ τε καὶ Κόνωνι, προσελθόντες, δεδακρυμένοι ξὺν οἰμωγῇ πολλῇ ἔλεξαν τοιάδε· “Τοιαύτας μὲν οὔσας, ὦ στρατηγοί, τύχας ἡμῖν τὰς παρούσας ὁρῶμεν, ὥστε εἰ καί τι δρᾶν ὑμᾶς ἀνόσιον ἔργον ἰσχύομεν, οὐκ ἄν τινα ἡμῖν τὸ ἔγκλημα τοῦτο μέμψιν ἐπήνεγκεν. ἡ γὰρ τῆς ἀνάγκης ὑπερβολὴ τὴν ἀπολογίαν ἐφ’ ἑαυτῆς ἔχει. νῦν δὲ ἀμύνειν ἔργῳ ἡμῖν αὐτοῖς οὐχ οἷοί τε ὄντες, δηλώσοντές τε λόγῳ καὶ ἀποκλαύσοντες τὴν ξυμφορὰν παρ’ ὑμᾶς ἥκομεν. ὅπως δὲ ἀκούσησθε πρᾴως, οὐ ξυνταρασσόμενοι τῷ τῶν λόγων θράσει, ἀλλὰ τῇ τοῦ πάθους ἀκμῇ τοῦτο σταθμώμενοι. ὁ γὰρ ἀπογνῶναι τὴν σωτηρίαν ἠναγκασμένος οὐκ ἔργοις, οὐ ῥήμασι τὴν εὐκοσμίαν διασώσασθαι τὸ λοιπὸν δύναται. ἡμᾶς, ὦ στρατηγοί, μήτε Ῥωμαίους μήτε ξυγγενεῖς ὑμῖν νομίζετε εἶναι, μήτε ὁμοτρόπους τοῖς τῆς πολιτείας ἤθεσι γεγονέναι, μήτε ἀρχὴν ἑκόντας τῇ πόλει τὸν βασιλέως δέχεσθαι στρατόν, ἀλλὰ πολεμίους τὸ ἐξ ἀρχῆς ὄντας καὶ ὅπλα ἐφ’ ὑμῖν ἀραμένους, εἶτα ἡσσηθέντας τῇ μάχῃ, ἀνδράποδα δορυάλωτα ὑμῶν αὐτῶν κατά γε τὸν τοῦ πολέμου γενέσθαι νόμον. καὶ χορηγεῖτε τοῖς ὑμετέροις αἰχμαλώτοις τροφὴν οὐ κατὰ τὴν χρείαν ἡμῖν ἀποχρῶσαν, ἀλλ ὥστε ἀποζῆν διαρκῶς ἔχουσαν, ὅπως δὴ καὶ ἡμεῖς περιόντες ἀνθυπουργήσωμεν ὑμῖν ὅσα τοὺς οἰκέτας τοῖς κεκτημένοις ὑπηρετεῖν ἄξιον. εἰ δὲ τοῦτο οὐ ῥᾴδιον ἢ βουλομένοις ὑμῖν, ἀλλ’ ἀφεῖναι ἡμᾶς τῆς ὑμετέρας δικαιοῦτε χειρός, ἐκεῖνο κερδανοῦντες, τὸ μὴ περὶ τὰς τῶν δούλων πονεῖσθαι ταφάς· ἢν δὲ μηδὲ τοῦτο ἡμῖν ἀπολέλειπται, ἀποκτιννύναι ἡμᾶς ἀξιοῦτε καὶ μὴ ἀποστερήσητε τελευτῆς σώφρονος μηδὲ θανάτου φθονήσητε τοῦ πάντων ἡδίστου, ἀλλὰ πράξει μιᾷ μυρίων ἀπαλλάξατε Ῥωμαίους