Ancient Greek · ~7 min
17.8 to 17.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.8-15
Not analysed yet
δυσκόλων.” ταῦτα οἱ ἀμφὶ Βέσσαν ἀκούσαντες τὸ μὲν τὰ ἐπιτήδεια χορηγεῖν σφίσιν ἀδύνατον, τὸ δὲ ἀποκτιννύναι ἀνόσιον ἔφασαν εἶναι, οὐ μέντοι οὐδὲ τὸ ἀφεῖναι ἀκίνδυνον. Βελισάριον δὲ καὶ τὸν ἐκ Βυζαντίου στρατὸν αὐτίκα δὴ μάλα παρέσεσθαι ἰσχυρίσαντο, ταύτῃ τε αὐτοὺς παρηγορήσαντες ἀπεπέμψαντο. Ὁ δὲ λιμὸς ἔτι μᾶλλον ἀκμάζων τε καὶ μηκυνόμενος ἐπὶ μέγα κακοῦ ᾔρετο, βρώσεις ὑποβάλλων ἐκτόπους τε καὶ τῆς φύσεως ὑπερορίους. τὰ μὲν οὖν πρῶτα Βέσσας τε καὶ Κόνων, οἵπερ τοῦ ἐν Ῥώμῃ φυλακτηρίου ἦρχον ʽσίτου γὰρ πολύ τι μέτρον ἐντὸς τοῦ Ῥώμης περιβόλου ἐναποθέμενοι σφίσιν ἔτυχον̓, καὶ οἱ στρατιῶται χρείας τῆς οἰκείας ἀποτεμνόμενοι ἀπεδίδοντο Ῥωμαίων τοῖς εὖ πράσσουσι χρημάτων μεγάλων· μεδίμνου μὲν γὰρ τιμὴ ἑπτὰ ἐγεγόνει χρυσοῖ. οἷς μέντοι οὐχ οὕτω τὰ κατὰ τὴν οἰκίαν ἐφέρετο, ὥστε βρώσεως ἐς τόσον ἀξιωτέρας μεταλαγχάνειν ἱκανοῖς εἶναι, οἱ δὲ τῆς τιμῆς τὸ τεταρτημόριον κατατιθέντες πιτύρων τε τὸ μέδιμνον ἐμπλησάμενοι ἤσθιον, τῆς ἀνάγκης αὐτοῖς ἡδίστην τε καὶ τρυφερωτάτην ποιούσης τὴν βρῶσιν. καὶ βοῦν δέ, ὃν ἂν ἐπεξιόντες οἱ Βέσσα ὑπασπισταὶ λάβοιεν, ἀπεδίδοντο κατὰ πεντήκοντα χρυσῶν. ὅτῳ δὲ ἵππος τεθνεὼς ἢ ἄλλο τι τοιοῦτον ὑπῆρχεν, ἐν τοῖς ἄγαν εὐδαίμοσιν ὁ Ῥωμαῖος οὗτος ἐτάσσετο, ὅτι δὴ κρέασι ζῴου τεθνηκότος ἐντρυφᾶν εἶχεν. ὁ δὲ δὴ ἄλλος ἅπας ὅμιλος τὰς ἀκαλήφας μόνας ἤσθιον, οἷαι πολλαὶ ἀμφὶ τὸν περίβολον κὰν τοῖς ἐρειπίοις πανταχῆ τῆς πόλεως φύονται. ὅπως δὲ αὐτοῖς μὴ τὸ τῆς πόας δριμὺ τά τε χείλη καὶ τὰ ἀμφὶ τὴν φάρυγγα δάκνῃ οὐ παρέργως αὐτὰς ἕψοντες ἤσθιον. Τέως μὲν οὖν Ῥωμαῖοι τὸ τοῦ χρυσοῦ νόμισμα εἶχον, οὕτως, ὥσπερ ἐρρήθη, τὸν σῖτον καὶ τὰ πίτυρα ὠνούμενοι ἀπηλλάσσοντο· ἐπεὶ δὲ τοῦτο αὐτοὺς ἤδη ἐπελελοίπει, οἱ δὲ φέροντες ἐς τὴν ἀγορὰν τὰ ἔπιπλα πάντα βίον αὐτῶν τὸν ἐφήμερον ἀντηλλάσσοντο.