Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 17
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 17.11
Not analysed yet
Γελίμερ δέ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, ὃ Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐτοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι.