Ancient Greek · ~3 min
18.53 to 18.56
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 18.53-56
Not analysed yet
ἀριθμοῦντες οὖν τῶν βελῶν ὅσα πρὸς τῶν ἀνδρῶν οὐκ ἀνῄρηται, οἷς ἐπίκειται ἡ τιμὴ αὕτη, ἀγγέλλουσι τῷ βασιλεῖ τὸ πλῆθος τῶν οὐκ ἐπανηκόντων στρατιωτῶν, ταύτῃ τε ὅσοι ἐν τῷ πολέμῳ τετελευτήκασιν ἔνδηλοι γίνονται. οὕτω μὲν οὖν Πέρσαις ὁ νόμος ἐκ παλαιοῦ ἔχει. ἐπεὶ δὲ Ἀζαρέθης ἐς ὄψιν τῷ βασιλεῖ ἦλθεν, ἀνεπυνθάνετο αὐτοῦ ὁ Καβάδης εἴ τι χωρίον παραστησάμενος Ῥωμαϊκὸν ἥκοι, ἐπεὶ ξὺν τῷ Ἀλαμουνδάρῳ ὡς Ἀντιόχειαν καταστρεψόμενος ἐπὶ Ῥωμαίους στρατεύσειεν. ὁ δὲ Ἀζαρέθης χωρίον μὲν ἑλεῖν οὐδὲν ἔφασκε, Ῥωμαίους δὲ καὶ Βελισάριον μάχῃ νενικηκέναι. Καβάδης μὲν οὖν παριέναι τὸ ξὺν τῷ Ἀζαρέθῃ ἐκέλευε στράτευμα, ἔκ τε τῶν ταρπῶν βέλος ἕκαστος ἀνῃρεῖτο ᾗπερ εἰώθει. πολλῶν δὲ ἀπολελειμμένων βελῶν ὠνείδιζέ τε τῷ Ἀζαρέθῃ ὁ βασιλεὺς τὴν νίκην καὶ ἐν τοῖς ἀτιμοτάτοις τὸ λοιπὸν εἶχε. τὰ μὲν οὖν τῆς νίκης ἐς τοῦτο ἐτελεύτα τῷ Ἀζαρέθῃ.