Ancient Greek · ~2 min
ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ, Chapter 20
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.5
Not analysed yet
Ῥωμαίων δὲ ὁ δῆμος, τῶν ἐν πολέμῳ τε καὶ πολιορκίᾳ κακῶν ἀήθεις παντάπασιν ὄντες, ἐπειδὴ τῇ μὲν ἀλουσίᾳ ἐπιέζοντο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, φυλάσσειν τε ἄϋπνοι τὸν περίβολον ἠναγκάζοντο, καὶ τὴν πόλιν ἁλώσεσθαι οὐκ εἰς μακρὰν ὑπετόπαζον, ἅμα δὲ καὶ τοὺς πολεμίους ἑώρων τούς τε ἀγροὺς καὶ τἄλλα πάντα ληιζομένους, ἤσχαλλόν τε καὶ δεινὰ ἐποιοῦντο, εἰ αὐτοὶ οὐδὲν ἠδικηκότες πολιορκοῖντό τε καὶ ἐς τοσοῦτον κινδύνου μέγεθος ἥκοιεν.