Ancient Greek · ~7 min
20.6 to 20.13
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 20.6-13
Not analysed yet
ἐν σφίσι τε αὐτοῖς ξυνιστάμενοι Βελισαρίῳ ἐκ τοῦ ἐμφανοῦς ἐλοιδοροῦντο, ὅς γε οὐκ ἀξιόχρεων πρὸς βασιλέως δύναμιν λαβὼν ἐτόλμησεν ἐπὶ Γότθους στρατεύεσθαι. ταῦτα δὲ καὶ οἱ ἐκ βουλῆς ἣν σύγκλητον καλοῦσι Βελισαρίῳ ἐν παραβύστῳ ὠνείδιζον. ἅπερ Οὐίττιγις πρὸς τῶν αὐτομόλων ἀκούσας συγκρούειν τε αὐτοὺς ἔτι μᾶλλον ἐθέλων καὶ ἐς πολλὴν ταραχὴν ἐμπεσεῖσθαι τὰ Ῥωμαίων πράγματα ταύτῃ οἰόμενος, πρέσβεις παρὰ Βελισάριον ἄλλους τε καὶ Ἄλβιν ἔπεμψεν. οἵ, ἐπειδὴ ἐς ὄψιν τὴν Βελισαρίου ἀφίκοντο, παρόντων Ῥωμαίων τε τῶν ἐκ βουλῆς καὶ ὅσοι τοῦ στρατοῦ ἄρχοντες ἦσαν, ἔλεξαν τοιάδε· “Πάλαι, ὦ στρατηγέ, τοῖς ἀνθρώποις εὖ τε καὶ καλῶς διώρισται τὰ τῶν πραγμάτων ὀνόματα· ἐν οἷς ἓν τόδε ἐστί, θράσος κεχώρισται ἀνδρείας. τὸ μὲν γὰρ αὐτῶν οἷς ἂν προσγένοιτο, ξὺν ἀτιμίᾳ ἐς κίνδυνον ἄγει, τὸ δὲ δόξαν ἀρετῆς ἱκανῶς φέρεται. τούτων θάτερόν σε εἰς ἡμᾶς ἤνεγκεν, ὁπότερον μέντοι, αὐτίκα δηλώσεις. εἰ μὲν γὰρ ἀνδρείᾳ πιστεύων ἐπὶ Γότθους ἐστράτευσας, ὁρᾷς γὰρ δήπου ἀπὸ τοῦ τείχους τὸ τῶν πολεμίων στρατόπεδον καί σοι ἀνδραγαθίζεσθαι, ὦ γενναῖε, διαρκῶς πάρεστιν· εἰ δέ γε θράσει ἐχόμενος ἐφ’ ἡμᾶς ὥρμησαι, πάντως σοι καὶ μεταμέλει τῶν εἰκῆ πεπραγμένων. τῶν γὰρ ἀπονενοημένων αἱ γνῶμαι, ὅταν ἐν τοῖς ἀγῶσι γένωνται, μετανοεῖν φιλοῦσι. νῦν οὖν μήτε Ῥωμαίοις τοῖσδε περαιτέρω τὴν ταλαιπωρίαν μηκύνεσθαι ποίει, οὓς δὴ Θευδέριχος ἐν βίῳ τρυφερῷ τε καὶ ἄλλως ἐλευθέρῳ ἐξέθρεψε, μήτε τῷ Γότθων τε καὶ Ἰταλιωτῶν δεσπότῃ ἐμποδὼν ἵστασο. πῶς γὰρ οὐκ ἄτοπον, σὲ μὲν οὕτω καθειργμένον τε καὶ τοὺς πολεμίους κατεπτηχότα ἐν Ῥώμῃ καθῆσθαι, τὸν δὲ ταύτης βασιλέα ἐν χαρακώματι διατρίβοντα τὰ τοῦ πολέμου κακὰ τοὺς αὑτοῦ κατηκόους ἐργάζεσθαι; ἡμεῖς δὲ σοί τε καὶ τοῖς ἑπομένοις ποιεῖσθαι ἤδη τὴν ἄφοδον κατ’ ἐξουσίαν παρέξομεν, ἅπαντα τὰ ὑμέτερα αὐτῶν ἔχουσι. τὸ γὰρ ἐπεμβαίνειν τοῖς τὸ σῶφρον μεταμαθοῦσιν οὔτε ὅσιον οὔτε ἄξιον τρόπου τοῦ ἀνθρωπίνου εἶναι νομίζομεν.