Ancient Greek · ~1 min
23.14 to 23.15
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.14-15
Not analysed yet
καὶ τοὺς στρατιώτας εὑρὼν ἐν Βιβαρίῳ τὴν προσβολὴν τῶν ἐναντίων πεφοβημένους, μεγάλην τε οὖσαν καὶ πολυάνθρωπον, ὑπερφρονεῖν τε τῶν πολεμίων ἐκέλευε καὶ ἐπὶ τὸ θαρσεῖν ἀντικαθίστη. ἦν δὲ ὁ ταύτῃ χῶρος ὁμαλὸς κομιδῆ καὶ ἀπ’ αὐτοῦ ταῖς ἐφόδοις τῶν προσιόντων ἐκκείμενος. τύχῃ τέ τινι τὸ ἐκείνῃ τεῖχος οὕτως ἐπὶ πλεῖστον διερρυήκει ὡς τῶν πλίνθων μὴ λίαν τὴν ξυνθήκην ξυνίστασθαι.