Ancient Greek · ~3 min
23.15 to 23.18
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 23.15-18
Not analysed yet
ἀποτεμὼν ἀπὸ τῆς ἄλλης πόλεως τὴν τοῦ ἰσθμοῦ μοῖραν τειχίσματί τε αὐτὴν περιέβαλεν ἐκ θατέρου θαλάσσης μέρους ἄχρι ἐς ἕτερον καὶ τάφρον βαθεῖαν ἀμφὶ τὸ τείχισμα ὤρυσσεν. ἐνταῦθά τε οὐ Ταραντηνοὺς μόνον, ἀλλὰ καὶ ὅσοι τὰ ἐκείνῃ χωρία ᾤκουν συνήγαγε, καὶ φυλακὴν αὐτοῖς λόγου ἀξίαν ἐλίπετο. ταύτῃ τε Καλαβροὶ ἅπαντες ἐν τῷ ἀσφαλεῖ ἤδη γενόμενοι Γότθων ἐς ἀπόστασιν εἶδον. ταῦτα μὲν ἐφέρετο τῇδε. Τουτίλας δὲ φρούριον ἐν Λευκανοῖς καταλαβὼν ἐχυρώτατον ἄγχιστά πη τῶν Καλαβρίας ὁρίων κείμενον, ὅπερ Ἀχεροντίδα καλοῦσι Ῥωμαῖοι, ἐνταῦθά τε φυλακτήριον ἀνδρῶν οὐχ ἧσσον ἢ τετρακοσίων καταστησάμενος αὐτὸς ξὺν τῷ ἄλλῳ στρατῷ ἐπὶ Ῥάβενναν ᾔει, τῶν βαρβάρων τινὰς ἀπολιπὼν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, οἷσπερ ἡ Ῥωμαίων ἐπέκειτο φυλακή, τῶν ἐκ τῆς συγκλήτου βουλῆς ἐνταῦθα ὄντων.