Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 29
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.16
Not analysed yet
οἳ Σάβειροι ἐπικαλοῦνται. ἐπειδὰν δὲ ὁ ποταμὸς οὗτος ἀφίκηται ἵνα δὴ τοῦ τε Καυκάσου καὶ Ἰβηρίας τὰ ὅριά ἐστιν, ἐνταῦθα ἐπιγινομένων οἱ καὶ ἄλλων ὑδάτων μείζων τε παρὰ πολὺ γίνεται καὶ Φᾶσις ἀντὶ Βόα τὸ ἐνθένδε καλούμενος φέρεται, ναυσίπορος γεγενημένος ἄχρι ἐς τὸν Εὔξεινον καλούμενον πόντον, οὗ δή οἱ καὶ τὰς ἐκβολὰς ξυμβαίνει εἶναι, καὶ αὐτοῦ ἐφ’ ἑκάτερα Λαζική ἐστιν.