Ancient Greek · ~7 min
29.17 to 29.27
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 29.17-27
Not analysed yet
ἀλλ’ ἐν δεξιᾷ μὲν ξύμπασα ἐπὶ πλεῖστον ἡ χώρα πρὸς τῶν τῇδε ἀνθρώπων οἰκεῖται μέχρι τῶν Ἰβηρίας ὁρίων. κῶμαί τε γὰρ αἱ Λαζῶν πᾶσαι τοῦ ποταμοῦ ἐντὸς ἐνταῦθά εἰσι καὶ πολίσματα ἐκ παλαιοῦ σφίσι ταύτῃ πεποίηνται, ἐν τοῖς Ἀρχαιόπολις, ἐχυρωτάτη οὖσα, Σεβαστόπολίς τε ἐνταῦθα καὶ τὸ Πιτιοῦντος φρούριόν ἐστι Σκάνδα τε καὶ Σαραπανὶς πρὸς τοῖς Ἰβηρίας ὁρίοις. πόλεις μέντοι ἀξιολογώταται ἐνταῦθά εἰσι Ῥοδόπολις καὶ Μοχήρησις. τοῦ δὲ ποταμοῦ ἐν ἀριστερᾷ Λαζικῆς μὲν τὰ ὅριά ἐστι μέχρι ἐς ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρί, ἔρημον δὲ ξυμβαίνει ἀνθρώπων τὴν χώραν εἶναι. ταύτην προσοικοῦσι Ῥωμαῖοι τὴν χώραν οἳ Ποντικοὶ ἐπικαλοῦνται. ἐν μὲν οὖν τοῖς Λαζικῆς ὁρίοις, ἔνθα δὴ ἄνθρωποι οὐδαμῆ ᾤκηντο, Πέτραν Ἰουστινιανὸς βασιλεὺς τὴν πόλιν ἐν τοῖς κατ’ ἐμὲ χρόνοις ἐδείματο. οὗπερ Ἰωάννης, ὁ Τζίβος ἐπικαλούμενος, τὸ μονοπώλιον καταστησάμενος, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, αἴτιος τῆς ἀποστάσεως Λαζοῖς γέγονεν. ἐκ δὲ Πέτρας πόλεως ἰόντι εὐθὺς πρὸς ἄνεμον νότον οἱ Ῥωμαίων ὅροι ἐκδέχονται, χωρία τε πολυάνθρωπα ἐνταῦθά ἐστι, τό τε Ῥιζαῖον καλούμενον καὶ Ἀθῆναι ἄλλα τε ἄττα μέχρι Τραπεζουντίων. ἡνίκα μὲν οὖν ἐπηγάγοντο Χοσρόην Λαζοί, Βόαν ποταμὸν διαβάντες τόν τε Φᾶσιν ἐν δεξιᾷ ἔχοντες ἐς Πέτραν ἦλθον, τῷ μὲν λόγῳ προνοήσοντες ὡς μὴ χρόνῳ τε καὶ πόνῳ πολλῷ διαπορθμεύεσθαι ἀναγκάζωνται ποταμὸν Φᾶσιν, οὐ βουλόμενοι δὲ τὰ σφέτερα οἰκία Πέρσαις ἐνδείκνυσθαι. καίτοι δύσοδος πανταχόθι Λαζική ἐστιν ἐντός τε καὶ ἐκτὸς ποταμοῦ Φάσιδος. σκόπελοι γὰρ ὑπερφυεῖς ἐφ’ ἑκάτερα τῆς χώρας ὄντες στενωποὺς ἐπὶ μακρότατον ἐνταῦθα ποιοῦνται· κλεισούρας ἑλληνίζοντες τὰς τοιαύτας ὁδοὺς Ῥωμαῖοι καλοῦσιν. ἀλλ’ ἐπεὶ τότε Λαζικὴ ἀφύλακτος ἐτύγχανεν οὖσα, ῥᾷστα δὴ ἐν Πέτρᾳ ξὺν τοῖς ἡγεμόσι Λαζοῖς ἐγένοντο Πέρσαι. Νῦν δὲ ὁ Γουβάζης μαθὼν τὴν Περσῶν ἔφοδον τῷ Δαγισθαίῳ ἐπέστελλε πέμψαι μέν τινας οἳ φυλάξουσι τὸν στενωπὸν ἰσχυρότατα ὃς ἐκτὸς Φάσιδος ποταμοῦ ἐστι, τὴν μέντοι προσεδρείαν ὡς ἥκιστα λύειν, ἕως τήν τε Πέτραν καὶ Πέρσας τοὺς ἐνταῦθα ἐξελεῖν δύνωνται.