Ancient Greek · ~2 min
3.22 to 3.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.22-2-25
Not analysed yet
καὶ χρόνον μέν τινα ἔλαθε Βανδίλους ἀποδρὰς Γελίμερ, ἐπεὶ δὲ αὐτόν τε πεφευγέναι ᾔσθοντο ἅπαντες καὶ οἱ πολέμιοι ἤδη καθεωρῶντο, τότε δὴ οἵ τε ἄνδρες ἐθορύβουν καὶ τὰ παιδία ἀνέκραγε καὶ αἱ γυναῖκες ἐκώκυον. καὶ οὔτε χρημάτων παρόντων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων σφίσιν ἔμελεν, ἀλλ’ ἕκαστος ἔφευγεν οὐδενὶ κόσμῳ ὅπη ἐδύνατο. ἐπελθόντες δὲ Ῥωμαῖοι τό τε στρατόπεδον ἀνδρῶν ἔρημον αὐτοῖς χρήμασιν αἱροῦσι καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μὲν ὅσοις ἐντύχοιεν ἔκτεινον, παῖδας δὲ καὶ γυναῖκας ἐποιοῦντο ἐν ἀνδραπόδων λόγῳ. χρήματα δὲ τοσαῦτα τὸ πλῆθος ἐν τούτῳ τῷ στρατοπέδῳ εὗρον ὅσα οὐδεπώποτε ἔν γε χωρίῳ ἑνὶ τετύχηκεν εἶναι.