Ancient Greek · ~7 min
3.16 to 3.25
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.16-25
Not analysed yet
ἅπερ Ἀμαλασούνθῃ ἐπικαλῶν γράμματά τε γράψας τὸν Ἀλέξανδρον ἔπεμψεν. Ὃς ἐπειδὴ ἐν Ῥώμῃ ἐγένετο, τοὺς μὲν ἱερεῖς αὐτοῦ εἴασε πράσσοντας ὧν ἕνεκα ἦλθον, ἐς δὲ Ῥάβενναν αὐτὸς κομισθεὶς καὶ Ἀμαλασούνθῃ ἐς ὄψιν ἥκων, τούς τε βασιλέως λόγους ἀπήγγειλε λάθρα καὶ τὰ γράμματα ἐς τὸ ἐμφανὲς ἐνεχείρισεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Τὸ ἐν Λιλυβαίῳ φρούριον, ἡμέτερον ὄν, βίᾳ λαβοῦσα ἔχεις, καὶ βαρβάρους δραπέτας ἐμοὺς γεγενημένους δεξαμένη ἀποδοῦναι οὔπω καὶ νῦν ἔγνωκας, ἀλλὰ καὶ Γρατιανὴν τὴν ἐμὴν τὰ ἀνήκεστα, οὐδέν σοι προσῆκον, εἰργάσω. ὅθεν ὥρα σοι ἐκλογίζεσθαι ποία ποτὲ τούτοις τελευτὴ γένοιτο.” ταῦτα ὡς ἀπενεχθέντα ἡ γυνὴ τὰ γράμματα ἀνελέξατο, ἀμείβεται τοῖσδε· “Βασιλέα μέγαν τε καὶ ἀρετῆς μεταποιούμενον, ὀρφανῷ παιδὶ καὶ ὡς ἥκιστα τῶν πρασσομένων ἐπαισθανομένῳ μᾶλλον ξυλλαβέσθαι εἰκὸς ἢ ἐξ οὐδεμιᾶς αἰτίας διάφορον εἶναι. ἀγὼν γάρ, ἢν μὴ ἐκ τοῦ ἀντιπάλου ξυσταίη, οὐδὲ τὴν νίκην εὐπρεπῆ φέρει. σὺ δὲ τὸ Λιλύβαιον Ἀταλαρίχῳ ἐπανασείεις καὶ φυγάδας δέκα καὶ στρατιωτῶν ἐπὶ πολεμίους τοὺς σφετέρους ἰόντων ἁμαρτάδα ξυμπεσοῦσαν ἀγνοίᾳ τινὶ ἐς πόλιν φιλίαν. μὴ δῆτα, μὴ σύ γε, ὦ βασιλεῦ, ἀλλ’ ἐνθυμοῦ μὲν ὡς, ἡνίκα ἐπὶ Βανδίλους ἐστράτευες, οὐχ ὅσον σοι ἐμποδὼν ἔστημεν, ἀλλὰ καὶ ὁδὸν ἐπὶ τοὺς πολεμίους καὶ ἀγορὰν τῶν ἀναγκαιοτάτων σὺν προθυμίᾳ πολλῇ ἔδομεν, ἄλλων τε καὶ ἵππων τοσούτων τὸ πλῆθος, ἀφ’ ὧν σοι ἡ τῶν ἐχθρῶν ἐπικράτησις μάλιστα γέγονε. καίτοι ξύμμαχος ἂν καὶ φίλος δικαίως καλοῖτο οὐχ ὃς ἂν τὴν ὁμαιχμίαν ἐς τοὺς πέλας προΐσχοιτο μόνον, ἀλλὰ καὶ ὃς ἄν τῳ ἐς πόλεμον ἕκαστον ὅτου ἂν δέοιτο ὑπουργῶν φαίνοιτο. ἐκλογίζου δὲ ὡς τηνικαῦτα ὁ στόλος ὁ σὸς οὔτε ἀλλαχῆ ἐκ τοῦ πελάγους εἶχεν ὅτι μὴ Σικελίᾳ προσχεῖν οὔτε τῶν ἐνθένδε ὠνηθέντων χωρὶς εἰς Λιβύην ἰέναι. ὥστε σοι τὸ τῆς νίκης κεφάλαιον ἐξ ἡμῶν ἐστιν· ὁ γὰρ τοῖς ἀπόροις τὴν λύσιν διδοὺς καὶ τὴν ἐντεῦθεν ἀπόβασιν φέρεσθαι δίκαιος.