Ancient Greek · ~2 min
ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ, Chapter 3
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.26
Not analysed yet
οἵ τε γὰρ Βανδίλοι ἐκ παλαιοῦ τὴν Ῥωμαίων ἀρχὴν ληισάμενοι συχνὰ χρήματα ἐς Λιβύην μετήνεγκαν καὶ τῆς χώρας αὐτοῖς ἀγαθῆς ἐν τοῖς μάλιστα οὔσης καρποῖς τε τοῖς ἀναγκαιοτάτοις ἐς ἄγαν εὐθηνούσης, τὰς τῶν χρημάτων προσόδους ξυνέβη, αἵ γε ἐκ τῶν ἐκείνῃ γινομένων ἀγαθῶν ἠγείροντο, οὐκ ἐς ἑτέραν τινὰ δαπανᾶσθαι χώραν ἐμπορίᾳ τῇ τῶν ἐπιτηδείων, ἀλλ’ αὐτὰς ἀεὶ οἱ τὰ χωρία κεκτημένοι προσεποιοῦντο ἐς πέντε καὶ ἐνενήκοντα ἔτη, ἐς οἷς δὴ Λιβύης οἱ Βανδίλοι ἦρξαν.