Ancient Greek · ~1 min
3.27 to 3.28
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 3.27-28
Not analysed yet
καὶ ἀπ’ αὐτοῦ ἐς πάμπολυ χρῆμα ὁ πλοῦτος χωρήσας ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τῶν Ῥωμαίων τὰς χεῖρας ἐπανῆκεν αὖθις. ἡ μὲν οὖν μάχη καὶ δίωξις ἥδε καὶ τοῦ Βανδίλων στρατοπέδου ἡ ἅλωσις τρισὶ μησὶν ὕστερον γέγονεν ἢ ὁ Ῥωμαίων στρατὸς ἐς Καρχηδόνα ἦλθε, μεσοῦντος μάλιστα τοῦ τελευταίου μηνός, ὃν Δεκέμβριον Ῥωμαῖοι καλοῦσι.