Ancient Greek · ~7 min
4.1 to 4.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.1-4-9
Not analysed yet
Τότε δὲ κατιδὼν Βελισάριος τὸ Ῥωμαίων στράτευμα πλημμελῶς τε καὶ ξὺν πολλῇ ἀκοσμίᾳ φερόμενον ἤσχαλλε, δειμαίνων τὴν νύκτα ὅλην μὴ οἱ πολέμιοι, ξυμφρονήσαντές τε καὶ ἐπ’ αὐτοὺς ξυνιστάμενοι, τὰ ἀνήκεστα αὐτοὺς δράσωσιν. ὅπερ εἰ γενέσθαι τρόπῳ ὅτῳ δὴ τηνικαῦτα ξυνέπεσεν, οἶμαι ἂν Ῥωμαίων οὐδένα διαφυγόντα ταύτης δὴ τῆς λείας ἀπόνασθαι. οἱ γὰρ στρατιῶται πένητες ἄνθρωποι κομιδῆ ὄντες καὶ χρημάτων μὲν ἐς ἄγαν μεγάλων, σωμάτων δὲ ὡραίων τε καὶ ὑπερφυῶς εὐπρεπῶν κύριοι ἐκ τοῦ αἰφνιδίου γεγενημένοι κατέχειν τὴν διάνοιαν οὐκέτι ἐδύναντο οὐδὲ κόρον τινὰ τῶν σφίσι παρόντων εὑρεῖν, ἀλλ’ οὕτως ἐμέθυον, καταβεβρεγμένοι τοῖς ὑπάρχουσιν εὐτυχήμασιν, ὥστε αὐτὸς ἕκαστος ἅπαντα ἄγων ἐς Καρχηδόνα ἀναστρέφειν ἐβούλοντο. καὶ περιήρχοντο οὐ κατὰ συμμορίας, ἀλλὰ κατὰ ἕνα ἢ δύο, ὅπη ποτὲ αὐτοὺς ἡ ἐλπὶς ἄγοι, ἅπαντα κύκλῳ διερευνώμενοι ἔν τε νάπαις καὶ δυσχωρίαις καὶ εἴ που σπήλαιον παρατύχοι ἢ ἄλλο ὁτιοῦν ἐς κίνδυνον ἢ ἐνέδραν ἄγον. οὐδὲ γὰρ αὐτοὺς τῶν πολεμίων φόβος οὐδὲ ἡ Βελισαρίου αἰδὼς ἐσῄει οὐδὲ ἄλλο τῶν πάντων οὐδέν, ὅτι μὴ ἡ τῶν λαφύρων ἐπιθυμία, ταύτης τε ὑπερβιαζομένης ἐς ὀλιγωρίαν τῶν ἄλλων πάντων ἐτράποντο. ἃ δὴ ἅπαντα ἐν νῷ ποιούμενος Βελισάριος ἐν ἀπόρῳ εἶχεν ᾗ τὸ παρὸν θέσθαι. ἅμα δὲ ἡμέρᾳ ἐπὶ λόφου τινὸς τῆς ὁδοῦ ἀγχοῦ εἱστήκει, τήν τε οὐκέτι οὖσαν εὐκοσμίαν ἀνακαλούμενος καὶ πολλὰ πᾶσι στρατιώταις τε ὁμοῦ καὶ ἄρχουσι λοιδορούμενος. τότε δὴ ὅσοις τετύχηκε πλησίον που εἶναι, καὶ μάλιστα οἱ τῆς Βελισαρίου οἰκίας ὄντες, τὰ μὲν ὑπάρχοντα σφίσι χρήματά τε καὶ ἀνδράποδα ξὺν τοῖς ὁμοσκήνοις τε καὶ ὁμοτραπέζοις ἐς Καρχηδόνα ἔπεμπον, αὐτοὶ δὲ παρὰ τὸν στρατηγὸν ἰόντες τῶν σφίσι παραγγελλομένων κατήκουον. Ὁ δὲ Ἰωάννην μὲν τὸν Ἀρμένιον ξὺν διακοσίοις ἐκέλευε Γελίμερι ἕπεσθαι, καὶ μήτε νύκτα μήτε ἡμέραν ἀνιέντας διώκειν, ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβοιεν.