Ancient Greek · ~7 min
4.1 to 4.9
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.1-2-9
Not analysed yet
Τότε καὶ ὁ κομήτης ἀστὴρ ἐφάνη, τὰ μὲν πρῶτα ὅσον εὐμήκης ἀνὴρ μάλιστα, ὕστερον δὲ καὶ πολλῷ μείζων. καὶ αὐτοῦ τὸ μὲν πέρας πρὸς δύοντα ἥλιον, ἡ δὲ ἀρχὴ πρὸς ἀνίσχοντα ἦν, αὐτῷ δὲ τῷ ἡλίῳ ὄπισθεν εἵπετο. ὁ μὲν. γὰρ ἐν αἰγοκέρῳ ἦν, αὐτὸς δὲ ἐν τοξότῃ. καὶ αὐτὸν οἱ μέν τινες ἐκάλουν ξιφίαν, ὅτι δὴ ἐπιμήκης τε ἦν καὶ λίαν ὀξεῖαν τὴν ἀρχὴν εἶχεν, οἱ δὲ πωγωνίαν, ἡμέρας τε πλείους ἢ τεσσαράκοντα ἐφάνη. οἱ μὲν οὖν ταῦτα σοφοὶ ἀλλήλοις ὡς ἥκιστα ὁμολογοῦντες ἄλλος ἄλλα προὔλεγον πρὸς τούτου δὴ τοῦ ἀστέρος σημαίνεσθαι· ἐγὼ δὲ ὅσα γενέσθαι ξυνηνέχθη γράφων δίδωμι ἑκάστῳ τοῖς ἀποβεβηκόσι τεκμηριοῦσθαι ᾗ βούλοιτο. μέγα μὲν εὐθὺς στράτευμα Οὐννικόν, διαβάντες ποταμὸν Ἴστρον, ξυμπάσῃ Εὐρώπῃ ἐπέσκηψαν, γεγονὸς μὲν πολλάκις ἤδη, τοσαῦτα δὲ τὸ πλῆθος κακὰ ἢ τοιαῦτα τὸ μέγεθος οὐκ ἐνεγκὸν πώποτε τοῖς ταύτῃ ἀνθρώποις. ἐκ κόλπου γὰρ τοῦ Ἰονίου οἱ βάρβαροι οὗτοι ἅπαντα ἐφεξῆς ἐληίσαντο μέχρι ἐς τὰ Βυζαντίων προάστεια. καὶ φρούρια μὲν δύο καὶ τριάκοντα ἐν Ἰλλυριοῖς εἷλον, πόλιν δὲ τὴν Κασσάνδρειαν κατεστρέψαντο βίᾳ ʽἣν οἱ παλαιοὶ Ποτίδαιαν ἐκάλουν, ὅσα γε ἡμᾶς εἰδέναἰ οὐ τειχομαχήσαντες πρότερον. καὶ τά τε χρήματα ἔχοντες αἰχμαλώτων τε μυριάδας δυοκαίδεκα ἀπαγόμενοι ἐπ’ οἴκου ἅπαντες ἀνεχώρησαν, οὐδενὸς σφίσιν ἐναντιώματος ἀπαντήσαντος. χρόνῳ τε τῷ ὑστέρῳ πολλάκις ἐνταῦθα γενόμενοι ἀνήκεστα ἐς Ῥωμαίους δεινὰ ἔδρασαν. οἳ δὴ καὶ ἐν Χερρονήσῳ τειχομαχήσαντες, βιασάμενοί τε τοὺς ἐκ τοῦ τείχους ἀμυνομένους καὶ διὰ τοῦ τῆς θαλάσσης ῥοθίου τὸν περίβολον ὑπερβάντες ὃς πρὸς κόλπῳ τῷ μέλανι καλουμένῳ ἐστίν, οὕτω τε ἐντὸς τῶν μακρῶν τειχῶν γεγενημένοι καὶ τοῖς ἐν Χερρονήσῳ Ῥωμαίοις ἀπροσδόκητοι ἐπιπεσόντες, ἔκτεινάν τε πολλοὺς καὶ ἠνδραπόδισαν σχεδὸν ἅπαντας. ὀλίγοι δέ τινες καὶ διαβάντες τὸν μεταξὺ Σηστοῦ τε καὶ Ἀβύδου πορθμόν, ληισάμενοί τε τὰ ἐπὶ τῆς Ἀσίας χωρία καὶ αὖθις ἐς Χερρόνησον ἀναστρέψαντες, ξὺν τῷ ἄλλῳ στρατῷ καὶ πάσῃ τῇ λείᾳ ἐπ’ οἴκου ἀπεκομίσθησαν.