Ancient Greek · ~7 min
4.10 to 4.21
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.10-4-21
Not analysed yet
ἐς δὲ Καρχηδόνα τοῖς ἐπιτηδείοις ἐπέστελλε, Βανδίλοις, ὅσοι ἐς τὰ ἀμφὶ τὴν πόλιν χωρία ἐν ἱεροῖς ἱκέται ἐκάθηντο, πιστὰ διδοῦσι καὶ τὰ ὅπλα, ὅπως μή τι νεωτερίσωσιν, ἀφελομένοις ἔς τε τὴν πόλιν ἐσαγαγοῦσιν ἔχειν, ἄχρι αὐτὸς ἔλθοι. ξὺν δὲ τοῖς λειπομένοις πανταχόσε περιιὼν τούς τε στρατιώτας σπουδῇ ἤγειρε καὶ Βανδίλοις τοῖς ἀεὶ ἐν ποσὶ πίστεις ὑπὲρ σωτηρίας ἐδίδου. οὐ γὰρ ἔτι ἦν Βανδίλων οὐδένα ὅτι μὴ ἐν τοῖς ἱεροῖς ἱκέτην λαβεῖν. ὧν δὴ τὰ ὅπλα ἀφαιρούμενος, ξὺν στρατιώταις φυλάσσουσιν ἐς Καρχηδόνα ἔστελλεν, οὐ διδοὺς καιρὸν σφίσιν ἐπὶ Ῥωμαίους ξυνίστασθαι. καὶ ἐπεὶ ἅπαντά οἱ ὡς ἄριστα εἶχεν, ἐπὶ Γελίμερα καὶ αὐτὸς ξὺν τῷ πλείονι τοῦ στρατοῦ κατὰ τάχος ᾔει. ὁ δὲ Ἰωάννης ἐς πέντε ἡμέρας τε καὶ νύκτας τὴν δίωξιν ποιησάμενος οὐ πόρρω ἀπὸ Γελίμερος ἤδη ἐγεγόνει, ἀλλά οἱ τῇ ὑστεραίᾳ ἔμελλεν ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ οὐκ ἔδει Γελίμερα Ἰωάννῃ ἁλῶναι, τύχης ἐναντίωμα ξυνηνέχθη τοιόνδε. ἐν τοῖς ξὺν Ἰωάννῃ διώκουσιν Οὐλίαριν τὸν Βελισαρίου δορυφόρον τετύχηκεν εἶναι. ἦν δὲ οὗτος ἀνὴρ θυμοειδὴς μὲν καὶ πρὸς ἀλκὴν ψυχῆς τε καὶ σώματος ἱκανῶς πεφυκώς, οὐ λίαν δὲ κατεσπουδασμένος, ἀλλ’ οἴνῳ τε καὶ γελοίοις ὡς τὰ πολλὰ χαίρων. οὗτος Οὐλίαριν ἡμέρᾳ τῆς διώξεως ἕκτῃ οἰνωμένος ἀμφὶ ἡλίου ἀνατολὰς ὄρνιν τινὰ ἐπὶ δένδρου καθήμενον εἶδε, καὶ τὸ τόξον κατὰ τάχος ἐντείνας κατὰ τοῦ ὄρνιθος ἠφίει τὸ βέλος. καὶ τοῦ μὲν ὄρνιθος ἀποτυγχάνει, Ἰωάννην δὲ ὄπισθεν ἐς τὸν αὐχένα οὔτι ἑκουσίως βάλλει. ὁ δὲ καιρίαν τυπεὶς ἐξ ἀνθρώπων χρόνῳ ὀλίγῳ ὕστερον ἠφανίσθη, πολὺν αὑτοῦ πόθον βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ τῷ στρατηγῷ καὶ Ῥωμαίοις ἅπασι καὶ Καρχηδονίοις ἀπολιπών. ἀνδρίας τε γὰρ καὶ τῆς ἄλλης ἀρετῆς εὖ ἥκων, πρᾷόν τε τοῖς ἐντυγχάνουσι παρεῖχεν αὑτὸν καὶ ἐπιεικέστατον οὐδενὸς ἧσσον. Ἰωάννης μὲν οὖν τὴν πεπρωμένην οὕτως ἀνέπλησεν. Οὐλίαρις δὲ ἐπεὶ ἐν ἑαυτῷ ἐγεγόνει, ἐς κώμην τινὰ πλησίον που οὖσαν καταφυγὼν ἐν τῷ κατὰ ταύτην ἱερῷ ἱκέτης ἐκάθητο.