Ancient Greek · ~7 min
4.22 to 4.30
Procopius, Ὑπὲρ τῶν Πολέμων Λόγοι 4.22-30
Not analysed yet
οἱ δὲ στρατιῶται Γελίμερα διώκειν οὐκέτι ὥρμηντο, ἀλλ’ Ἰωάννην μὲν ἕως περιῆν ἐθεράπευον, ἐπεὶ δὲ ἐκεῖνος ἐτελεύτησε, τά τε νομιζόμενα ἐς τὴν αὐτοῦ ὁσίαν ἐποίουν καὶ τὸν πάντα λόγον Βελισαρίῳ δηλώσαντες αὐτοῦ ἔμενον. ὅς, ἐπειδὴ τάχιστα ἤκουσεν, ἔς τε τὸν Ἰωάννου τάφον ἀφίκετο καὶ τὸ ἐκείνου πάθος ἀπέκλαιεν. ἀποκλαύσας δὲ καὶ περιαλγήσας τῇ πάσῃ συμφορᾷ πολλοῖς τε ἄλλοις καὶ χρημάτων προσόδῳ τὸν Ἰωάννου τάφον ἐτίμησε. δεινὸν μέντοι Οὐλίαριν οὐδὲν ἔδρασεν, ἐπεὶ οἱ στρατιῶται Ἰωάννην σφίσιν ἐπισκῆψαι ὅρκοις ἔφασκον δεινοτάτοις μηδεμίαν ἐς αὐτὸν γενέσθαι τίσιν ἅτε οὐκ ἐκ προνοίας τὸ μίασμα ἐργασάμενον. Ταύτῃ μὲν οὖν Γελίμερ διαφεύγει τὸ μὴ ὑπὸ τοῖς πολεμίοις ἐκείνῃ τῇ ἡμέρᾳ γενέσθαι. Βελισάριος δὲ αὐτὸν τὸ ἐντεῦθεν ἐδίωκεν, ἐς πόλιν τε Νουμιδῶν ἐχυράν, ἐπὶ θαλάσσῃ κειμένην, ἀφικόμενος, δέκα ἡμερῶν ὁδῷ Καρχηδόνος διέχουσαν, ἣν δὴ Ἱππονερέγιον καλοῦσιν, ἔμαθε Γελίμερα ἐς Παπούαν τὸ ὄρος ἀναβάντα οὐκέτι ἁλώσιμον Ῥωμαίοις εἶναι. τοῦτο δὲ τὸ ὄρος ἐστὶ μὲν ἐν τοῖς Νουμιδίας ἐσχάτοις ἀπότομόν τε ἐπὶ πλεῖστον καὶ δεινῶς ἄβατον ʽπέτραι γὰρ ὑψηλαὶ ἐς αὐτὸ πανταχόθεν ἀνέχουσἰ, κατῴκηνται δὲ ἐν αὐτῷ Μαυρούσιοι βάρβαροι, οἳ τῷ Γελίμερι φίλοι τε καὶ ἐπίκουροι ἦσαν, καὶ πόλις ἀρχαία Μηδεὸς ὄνομα παρὰ τοῦ ὄρους τὰ ἔσχατα κεῖται. ἐνταῦθα Γελίμερ ξὺν τοῖς ἑπομένοις ἡσύχαζε. Βελισάριος δὲ ʽοὐδὲ γὰρ τοῦ ὄρους ἀποπειρᾶσθαι ἄλλως τε καὶ χειμῶνος ὥρᾳ οἷός τε ἦν, ἔτι τέ οἱ τῶν πραγμάτων ᾐωρημένων Καρχηδόνος ἀπολελεῖφθαι ἀξύμφορον ἐνόμιζεν εἶναἰ στρατιώτας τε ἀπολεξάμενος καὶ ἄρχοντα Φάραν τῇ τοῦ ὄρους προσεδρείᾳ κατέστησεν. ἦν δὲ ὁ Φάρας οὗτος δραστήριός τε καὶ λίαν κατεσπουδασμένος καὶ ἀρετῆς εὖ ἥκων, καίπερ Ἔρουλος ὢν γένος. ἄνδρα δὲ Ἔρουλον μὴ ἐς ἀπιστίαν τε καὶ μέθην ἀνεῖσθαι, ἀλλ’ ἀρετῆς μεταποιεῖσθαι, χαλεπόν τε καὶ ἐπαίνου πολλοῦ ἄξιον.