Ancient Greek
530.1
Protagoras Soph., Testimonia 530.1
Unproofread scanNot analysed yet
δέ φησιν ἐβδομήκοντα, σοφιστεύσαι δὲ τεσσαράκοντα καὶ ἀκμάζειν κατὰ τὴν τετάρτην καὶ ὀγδοηκοστήν Ὀλυμπιάδα [444/1]. Folgt Epigramm des Diog. λέγεται δὲ ποτε αὐτὸν ἀπαιτοῦντα τὸν μισθὸν Εὐάθλον τὸν μαθητὴν ἐκεῖνον εἰπόντος ἄλλ’ οὐδέπω νίκησιν νενίκηχα’ εἰπεῖν ἄλλ’ ἐγὼ μὲν ἂν νικήσω, 5 ὅτι ἐγὼ ἐνίκησα, λαβεῖν με δεῖ· ἐὰν δὲ σὺ, ὅτι σὺ’ (vgl. S. 512, 34]. γέγονε δὲ καὶ ἄλλος Πρωταγόρας ἀστορολόγος, εἰς ὃν καὶ Εὐφωρίων ἐπικήδειον ἔγραψε· καὶ τρίτος Στωικός φιλόσοφος.